# Anthologium 5.682.2

Joannes Stobaeus Anthologus, Anthologium, 5.682.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/5.682.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/5.682.2

22 Ξενοφῶντος ἐν δευτέρῳ Ἀπομνημονευμάτων (II 3). Χαῖρεφῶντα δὲ ποτε καὶ Χαῖρεκράτην, ἀδελφὼ μὲν ὄντε ἀλλήλοιιν, ἑαυτῷ δὲ γνωρίμῳ, αἰσθόμενος διαφερομένῳ, ἰδὼν τὸν Χαῖρεκράτην, Εἰπέ μοι, ἔφη, ὦ Χαῖρέκρατες, οὐ δήπου καὶ σὺ εἶ τῶν τοιούτων ἀνθρώπων, οἱ χρησιμώτερον νομίζουσι χρήματα ἢ ἀδελφοὺς; καὶ ταῦτα τῶν μὲν ἀφρόνων ὄντων, τοῦ δὲ φρονίμου, καὶ τῶν μὲν βοηθείας δεομένων, τοῦ δὲ βοηθεῖν δυναμένου, καὶ πρὸς τοῖτοις τῶν μὲν πλειόνων ὑπαρχόντων, τοῦ δὲ ἑνός. θαυμαστὸν δὲ καὶ τοῦτο, εἴ τις τοὺς μὲν ἀδελφοὺς ζημίαν ἡγεῖται, ὅτι οὐ καὶ τὰ τῶν ἀδελφῶν κέκτηται, τοὺς δὲ πολίτας οὐκ ἡγεῖται ζημίαν, ὅτι οὐ καὶ τὰ τῶν πολιτῶν ἔχει· ἀλλ’ ἐνταῦθα μὲν δύνανται λογίζεσθαι, ὅτι κρεῖττον οὖν πολλοῖς οἰκοῦντα ἀσφαλῶς τάρχοντα ἔχειν ἢ μόνον διαιτώμενον τὰ τῶν πολιτῶν ἐπικινδύνως πάντα κεκτῖσθαι, ἐπὶ δὲ τῶν ἀδελφῶν τὸ αὐτὸ τοῦτο ἀγνοοῦσι. καὶ οἷκέτας μὲν οἱ δυνάμενοι ἀνοῦνται, ἵνα συνεργούς ἔχωσι, καὶ φίλους κτῶνται, ὡς βοηθῶν δεόμενοι, τῶν δὲ ἀδελφῶν ἀμελοῦσιν, ὥσπερ ἐκ πολιτῶν μὲν γιγνομένους φίλους, ἐξ ἀδελφῶν δὲ οὐ γιγνομένους. καὶ μὴν πρὸς φιλίαν μέγα

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
