# Anthologium 5.76.9

Joannes Stobaeus Anthologus, Anthologium, 5.76.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/5.76.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/5.76.9

κτημάτων μετὰ θεοὺς ψυχὴ θειότατον, οἰκείοτατον ὄν. τρέπει πράττειν ὅ τι ἂν ἐθέλῃ· τὸ δὲ νῦν λεγόμενον ἐστιν, ὡς ὁρῶν ταῦτα βλάπτει καὶ οὐ τιμᾷ· δεῖ δέ, ὡς φαμεν, μετὰ γε θεοὺς δευτέρων. οὐδὲ γε ὅταν ἄνθρωπος τῶν αὑτοῦ ἑκάστου ἁμαρτημάτων μὴ ἑαυτὸν αἴτιον ἡγῇται καὶ τῶν πλειόνων κακῶν καὶ μεγίστων, ἀλλὰ ἄλλους, ἑαυτὸν δὲ αἰεὶ ἀναίτιον ἐξαιρῇ τιμῶν τὴν αὑτοῦ ψυχήν, ὡς δὴ δοκεῖ· ὁ δὲ πολλοῦ δεῖ ὁρᾶν τοῦτο, βλάπτει γάρ. οὐδὲ ὅπόταν ἡδοναῖς παρὰ λόγον τὸν τοῦ νομοθέτου καὶ ἐπαίνον χαρίζηται, τότε οὐδαμῶς τιμᾷ, ἀτιμάζει δὲ κακῶν καὶ μεταμελείας ἐμπιπλὰς αὐτήν. οὐδὲ γε ὅπόταν αὐ τάναντία τοὺς ἐπαινουμένους φόβους καὶ ἀλγηδόνας καὶ λύπας μὴ διαπονη κατερωὼν ἀλλ᾽ ὑπεῖκη, τότε οὐ τιμᾷ ἀτιμάζων· ἄτιμον γὰρ αὐτὴν ἀπεργάζεται ὁρῶν τὰ τοιαῦτα σύμπατα. οὐδ᾽ ὅπόταν ἡγῆται ζῆν τοῦτο ἀγαθὸν εἶναι, τιμᾷ, ἀτιμάζει δ᾽ αὐτὴν καὶ τότε· τὰ γὰρ ἐν Αἰδου πράγματα πάντα κακὰ ἡγούμενος τῆς ψυχῆς εἶναι ὑπεῖκει τε καὶ οὐχ ἀντιτείνει διδάσκων τε καὶ ἐλέγχων, ὡς οὐχ οἷδεν οὐδ᾽ εἰ τάναντία πέφυκε μέγιστα εἶναι πάντων ἀγαθῶν ἡμῖν τὰ περὶ τοὺς θεοὺς ἔχει. οὐδὲ μὴν πρὸ ἀρετῆς ὅπόταν αὐ προτιμᾷ τις κάλλος, τοῦτ᾽ ἐστὶν οὐχ ἕτερον ἢ τῆς ψυχῆς ὅντως ἀτιμία· ψυχῆς γὰρ σῶμα ἐντιμότερον οὕτως ὁ λόγος

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
