# Anthologium 6.426.2

Joannes Stobaeus Anthologus, Anthologium, 6.426.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/6.426.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/6.426.2

ματα. ἐπὶ τοῖνδε οὖν ἀμφοῖν περιβλέπτωιν ὄντοιν τῇ γῆρᾳ καὶ τῇ νεότητι τὰς αἰτίας τῆς ἀρετῆς τοῖν ἀνδροῖν ἀναθήσομεν, οὐχὶ δὲ ἑκατέρῳ τὸ προσόντα δι' ἑαυτὸν εἶναι πιστεύσομεν; καὶ με ὑπόμεινον λέγοντα, ἅπερ ποτὲ ἦκουσα ἀνδρὸς φιλοσόφου διδάσκοντος ἡμᾶς αὐτὰ ταῦτα· ἔλεγε δὲ περὶ τε ψυχῆς ἀνθρώπου καὶ σώματος, ὅτι ἄρα τὰ μὲν θεία καὶ μεγάλα καὶ οἷς ἐφέστηκε δαίμων τις ἢ θεὸς ἢ τύχη, ταῦτα δὴ καὶ ἀζόντων ἡμῶν κρατεῖ, τὰ δὲ ὥσπερ κοινὰ ἤδη καὶ συνήθη τισὶν ἀμαρτήματα οἱ χρόνοι προσάγουσιν ἔχουσιν ἐξουσία. φράσω δ' ἐπὶ σαφέστερον ἅπερ εἴπεν· ἔχει δὲ οὕδε. τῆς ψυχῆς τὸ μὲν εἰλικρινὲς καὶ καθαρὸν, ὃ δὴ θεῖον ἐστι καὶ εἶναι δοκεῖ, τοῦτο μὲν ἔφη γεννωμένοις ἡμῖν συνεκπέμπεσθαι, μηδενὸς αὐτῷ κοινωνοῦντος τῶν ταραπτόντων τε καὶ ἀφανιζόντων τὴν ἐν αὐτῷ φρόνησιν· ἔπειτα δὲ τρεφομένου καὶ αὐξομένου τοῦ σώματος παρακολουθεῖν τινας ἡδονὰς καὶ ἀδίκιας τῷ θείῳ πολεμοῦσας, αἵς σύμμαχός τε καὶ συνέριθος ἡ νεότης γίνεται, ὑφ' ἧς βαδίζουσαι καὶ καταχρύπτεσθαι δοκοῦσαι μονονοχὶ μάστιξι καὶ κέντροις, ὥσπερ ἐπὶ σκηνῆς αἱ τῶν τραγῳδῶν Εὐμενίδες, τὸν νέον ἐλαίνοισιν, αἱ μὲν ἐπὶ τινας ἔρωτας οὐ νενομισμένους οὐδὲ θεοῖς φίλους, ἄλλαι δὲ ἐξοργίζουσι τε καὶ ἀνεγείρουσιν αὐτὴν ἐπὶ μανίαν καὶ θυμὸν ἀλόγιστόν τινα, πάντα τὰ δεινὰ κελεύουσαι

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
