# Anthologium 6.499.2

Joannes Stobaeus Anthologus, Anthologium, 6.499.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/6.499.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/6.499.2

υἱὸν ἀπολέσας ἢ τι ἄλλο ὧν περὶ πλείστου ποιεῖται, ἐλέγομέν που καὶ τότε ὅτι φῶστα οἴσει τῶν ἄλλων. Πάνυ γε. Νῦν δὲ τοῦτο ἐπισχεψώμεθα, πότερον οὐδὲν ἀχθέσεται ἢ τοῦτο μὲν ἀδύνατον, μετριώσει δὲ πως πρὸς λύπην. 5 Οὕτω μᾶλλον, ἔφη, τὸ γε ἀληθές. Τὸ δὲ νῦν μοι περὶ αὐτοῦ εἴπέ, πότερον αὐτὸν μᾶλλον οἴει τῇ λύπῃ μάχεσθαι τε καὶ ἀντιτείνειν, ὅταν ὁρᾶται ὑπὸ τῶν ὁμοίων, ἢ ὅταν ἐν ἑρημίᾳ μόνος αὐτὸς καθ’ αὑτὸν γίγνηται; Πολύ που, ἔφη, διοίσει, ὅταν ὁρᾶται. Μονωθείς δὲ γε, οἶμαι, 10 πολλὰ μὲν τολμήσει φθεγξάσθαι, ἃ εἴ τις αὐτοῦ ἀκούοι αἰσχύνοι’ ἂν, πολλὰ δὲ ποιήσει, ἃ οὐκ ἂν δέξαιτό τινα ἰδεῖν δρώντα. Οὕτως ἔχει, ἔφη. Οὐκοῦν τὸ μὲν ἀντιτεῖνειν διακελευόμενον λόγος καὶ νόμος ἐστὶ, τὸ δ’ ἕλκον ἐπὶ τὰς λύπας αὐτὸ τὸ πάθος; Ἀληθῆ. Ἐναντίας δὲ δή 15 ἀγωγῆς γιγνομένης ἐν τῷ ἀνθρώπῳ περὶ τὸ αὐτὸ ἅμα, δύο ἔφαμεν δή ἀναγκαῖον εἶναι. Πῶς δ’ οὔ; Οὐκοῦν τὸ μὲν ἕτερον τῷ νόμῳ ἕτοιμον πειθεσθαι, ἢ ὁ νόμος ἐξηγεῖται; Πῶς; Λέγει που ὁ νόμος ὅτι κάλλιστον ὅ τι μάλιστα ἡσυχίαν ἄγειν ἐν ταῖς ξυμφοραῖς καὶ μὴ ἀγα- 20 νακτεῖν, ὡς οὔτε δήλου ὄντος τοῦ ἀγαθοῦ τε καὶ κακοῦ τῶν τοιούτων, οὔτε εἰς τὸ πρόσθεν οὐδὲν προβαίνον τῷ χαλεπῶς φέροντι, οὔτε τι τῶν ἀνθρωπίνων ἀξίων ὄν μεγάλης σπουδῆς, ὅ τε δεῖ ἐν αὐτοῖς ὅ τι τάχιστα παραγίγνεσθαι ἡμῖν, τούτῳ ἐμποδῶν γιγνόμενον τὸ λυπεῖσθαι. 25 Τίνι, ἢ δ’ ὧς, λέγεις; Τῷ βουλεύεσθαι, ἣν δ’ ἐγώ, περὶ τὸ γεγονός καὶ ὡςπερ ἐν πτώσει κίβων πρὸς τὰ πεπτωκότα τίθεσθαι τὰ αὑτοῦ πράγματα, ὅπῃ ὁ νοῦς αἱρεῖ

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
