# Narratio 482

Joannes, Narratio, Page 482. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-theol/narratio/482

θεοστυγὴς αὕτη τῶν Χριστιανῶν, μᾶλλον δ' εἰπεῖν ἀληθέστερον κατηγόρων καὶ εἰκονομάχων αἵρεσις. συντομίᾳ δὲ χρήσασθαι λόγου προαιρούμενος διὰ χάρτου ἔκρινα καλῶς ποιήσασθαι τὴν ἐξήγησιν, ὡς ἂν μηδέν με τῆς ἀληθείας λάθῃ. 2. Τοῦ τῶν ἀθέων Ἀράβων τεθνηκότος τυράννου ἤτοι συμβούλου (Σελεϊμὰν δὲ ἦν οὗτος τὸ ὄνομα) διεδέξατο τοῦτον Οὔμαρος, ὃς ἐπιβὰς τῆς ἀρχῆς εὐθὺς μεταστειλάμενος ἀπέστρεψε τὸν ἀνάσκαφον Μασαλμὰν ἀπὸ τῆς γῆς ταύτης, πολέμιον ὄντα δυσμενῆ, ὃς τῇ τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ χάριτι καὶ τῆς αὐτὸν τεκούσης ἁγίας θεοτόκου, μετ' αἰσχύνης πολλῆς καὶ ἀπωλείας τοῦ οἰκείου τῶν Σαρακηνῶν στρατεύματος, ὑπέστρεψεν εἰς Συρίαν ἀνύσας ὧν ἤλπιζεν οὐδέν. τελευτήσαντος δὲ τοῦ Οὐμάρου τοῦτον διαδέχεται Ἔζιδος, ἀνὴρ κοῦφός τις καὶ εὐπαράφορος. ἦν δέ τις ἐν Τιβεριάδι προηγέτης τῶν παρανόμων Ἑβραίων φαρμακόμαντις, δαιμόνων ψυχοβλαβῶν ὄργανον, ἐπονομαζόμενος Σεραντάπηχος, δυσμενὴς ἐχθρὸς τῆς ἐκκλησίας τοῦ θεοῦ, ὃς μεμαθηκὼς τὴν τοῦ κρατοῦντος Ἐζίδου κουφότητα καὶ δὴ τούτῳ προσελθὼν ὁ παμπόνηρος οὗτος Ἑβραῖος ἐπεχείρει μαντεύεσθαί τινα καὶ προλέγειν αὐτῷ. ὡς οὖν ἐκ τούτων εὐπαράδεκτος ἐγεγόνει καὶ εὐπαρρησίαστος τῷ τυράννῳ, "θέλω" ἔφη, "πρωτοσύμβουλε, εὐνοίᾳ τῇ πρὸς σὲ διακείμενος ὑποθέσθαι σοι τρόπον τινὰ εὐχερῶς καὶ ῥᾳδίως ἀρεσθησόμενον,

---

Joannes Theol., Narratio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3173.tlg003.local001/.
