Ancient Greek · ~5 min
Book 1
Joannes Zonaras, Argumenta 1.29
Not analysed yet
Ὅτι κατὰ κέλευσιν θεοῦ εἶπε Σαμουὴλ τῷ Σαοὺλ συμβαλεῖν Ἀμαληκίταις καὶ πάντας κτεῖναι. καὶ ὅτι προσβαλὼν ἐνίκησε, τὸν δὲ βασιλέα αὐτῶν οὐκ ἀπέκτεινε. καὶ διὰ τοῦτο ἀκούει ἀπὸ Σαμουὴλ ἀφαιρεθῆναι τὴν βασιλείαν. ὅτι τοῦ Σαμουὴλ ὑπο- χωροῦντος κατέσχε τὴν διπλοίδα αὐτοῦ Σαούλ, παρακαλῶν ἱλεώσασθαι τὸν θεόν. καὶ ἐσχίσθη ἡ διπλοίς, καὶ εἶπε Σαμουὴλ οὕτω διαιρεθῆναι τὴν βασιλείαν αὐτοῦ. καὶ ὀψὲ παρεκλήθη Σαμουὴλ εἰπὼν ἱκετεῦσαι τὸν θεόν, εἰ τὸν βασιλέα Ἀμαληκιτῶν κτείνει Σαούλ. ὅτι ἀπὸ πάντων τῶν ἀδελφῶν ὁ Δαβὶδ ἐχρίσθη εἰς βασιλέα, καὶ ὅτι ἐπῆλθεν ἐπ’ αὐτὸν πνεῦμα προφητείας ὑποχωροῦν ἀπὸ Σαούλ. ὅτι πνεῦμα πονηρὸν ἔπνιγε τὸν Σαούλ, ὃ κατεπῇδε Δαβὶδ ψάλλων μετὰ κιννύρας. καὶ ὁπλοφόρος τῷ αοὺλ ἐχρημάτιζεν. περὶ τόν ἐπελθόντων ἀλλοφύλων τοῖς Ἰσραηλίταις καὶ περὶ Γολιὰθ οἷος ἦν, καὶ ὅπως ὁ Δαβὶδ αὐτὸν ἐνίκησε, καὶ περὶ τῶν ὅπλων τοῦ Γολιάθ. ὁ Δαβὶδ θαρρεῖν λέγει ἐπὶ τῷ ἐνισχύσαντι αὐτὸν κατὰ τῆς ἄρκτου καὶ κατὰ τοῦ λέοντος. ὅτι ἄοπλος πρόσ’ ἔβαλε Δαβὶδ τῷ Γολιάθ, μόνους πέντε λίθους φέρων καὶ τὴν σφενδόνην. ὅπως λίθῳ διὰ σφενδόνης τὸν Γολιὰθ κατέβαλε Δαβίδ, καὶ ἀνεῖλεν αὐτὸν τῇ οἰκείᾳ ῥομφαίᾳ αὐτοῦ. καὶ οὕτως ἡττῶνται οἶ ἀλλόφυλοι.