Ancient Greek · ~2 min
Book 1
Joannes Zonaras, Argumenta 1.31
Not analysed yet
Αἶ’ φυγαὶ τοῦ Δαβίδ. ὅπως τοὺς ἁγίους ἄρτους ἔφαγε Δαβὶδ καὶ τὴν ῥομφαίαν τού Γολιὰθ ἔλαβεν. ὅτι μανίαν ὑπεκρίθη Δαβίδ. περὶ Δωὴκ τοῦ δούλου Σαούλ, καὶ ὅπως κατήγγειλε περὶ τῶν ἄρτων καὶ τῆς ῥομφαίας, καὶ ὅπως δι’ αὐτοῦ ἐκτάνθη ὁ ἀρχιερεὺς ἐκεῖνος καὶ τὸ γένος αὐτοῦ. πάλιν ἐπιβουλὴ κατὰ Δαβίδ. ὅπως διὰ τὴν τῆς γαστρὸς ἀνάγκην εἰσῆλθε Σαοὺλ εἰς τὸ σπήλαιον, ἔνθα ἦν ὁ Δαβίδ, καὶ οὐκ ἀπέκτεινεν αὐτόν, ἀλλ’ ἔλαβε μέρος τῆς διπλοίδος. ὅρκος Δαβὶδ πρὸς Σαοὺλ ὅτι οὐ κακώσει τὸ γένος αὐτοῦ.