Ancient Greek · ~2 min
Book 1
Joannes Zonaras, Argumenta 1.6
Not analysed yet
Περὶ τοῦ Ἀβραάμ, καὶ ὅτι πρῶτος ἐπέγνω τὸν θεὸν ποιητὴν τοῦ παντός. περὶ τῆς τῶν Σοδομιτῶν αἰχμαλωσίας, καὶ ὅπως ἐτρώθησαν καὶ ᾐχμα- λωτίσθη Λώτ. 1) ὅτι τῷ Ἀβραὰμ ὁ θεὸς δώσειν υἱὸν ἐπηγγέλλετο, ὡς τὸ σπέρμα αὐτοῦ γενέσθαι ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ. καὶ ὅπως περιετμήθησαν, καὶ ὅτι τὸ Ἰσαὰκ γέλως ἑρμηνεύεται. οἱ μὲν Ἰουδαῖοι τῇ ὀγδόῃ ἡμέρᾳ περιτέμνονται, οἱ Ἄραβες δὲ τῷ τρισκαιδεκάτῳ ἔτει. ὅτι ὁ Ἰσμαὴλ ἐκ τῆς Ἄγαρ. εἴκοσι καὶ πέντε ἐτῶν ἦν Ἰσαάκ, ὅτε θυσιάσαι προσετάχθη αὐτὸν Ἀβραάμ.