Ancient Greek · ~2 min
Book 10
Joannes Zonaras, Argumenta 10.30
Not analysed yet
ὅτι μετὰ τὴν ἧτταν τοῦ Ἀντωνίου μόναρχος ὁ Καῖσαρ ἐλογίζετο. περὶ Νικοπόλεως καὶ περὶ τοῦ φάσματος ὃ πρὸ τῆς ναυμαχίας ἐφάνη τῷ Καίσαρι. ὅτι ἡ Κλεοπάτρα εἰς Αἴγυπτον γενομένη παρεσκευάζετο εἰς πόλεμον σὺν τῷ Ἀντωνίῳ. ὅσα ὁ Καῖσαρ τῇ Κλεοπάτρᾳ ἐμήνυσε. μάχη τῶν τοῦ Καίσαρος καὶ τοῦ Ἀντωνίου. ὅτι ἑαυτὸν ἀπέκτεινεν ὁ Ἀντώνιος καὶ ὅσα ἡ Κλεοπάτρα ἐποίησεν ἐκείνου θανόντος.