Ancient Greek · ~2 min
Book 10
Joannes Zonaras, Argumenta 10.32
Not analysed yet
ὅσα τότε οἱ Ῥωμαῖοι ἐνίκησαν ἔθνη. ὅτι ἔκτοτε μοναρχεῖσθαι ἤρξαντο οἶ Ῥωμαῖοι. ὅσα τοῖς ἐν τῇ Ῥώμῃ ὁ Καῖσαρ ἐποίησεν. ὅτι ἐσκήπτετο ὁ Καῖσαρ παραιτεῖσθαι τὴν μοναρχίαν. οἶ δὲ τῆς βουλῆς τὴν σκῆψιν γινώσκοντες ἐβίαζον δῆθεν αὐτὸν μοναρχεῖν. ὅτι ἐπὶ δέκα ἔτη τὴν ἀρχὴν ἔλεγε καταδέχεσθαι ὁ Καῖσαρ. καὶ παρελθούσης δ’ αὐτῆς αὖθις ἦρχεν εἰς τὸ ἑξῆς. τί δηλοῖ τὸ Αὔγουστος. ὅθεν ἡ κατοικία τῶν αὐτοκρατόρων ὠνομάσθη Παλάτιον.