Ancient Greek · ~5 min
10.5 to 10.9
Joannes Zonaras, Argumenta 10.5-9
Not analysed yet
Ὅτι τοὺς περὶ Ἄμανον Ἄραβας καὶ Συρίαν καὶ τὴν Ἰουδαίαν ὑπέταξεν. ὅτι ὁ Μιθριδάτης ἔθανε καὶ ὁ ἐκείνου υἱὸς προσῆλθε τῷ Πομπηίῳ. ὅτι ὑποπτευόμενος ὁ Πομπήιος τῆς μοναρχίας ἀνθέξεσθαι χωρὶς τῶν 1) στρατιωτῶν τὴν Ρώμην κατέλαβεν. ὅτι σιτοδείας οὔσης ἐν Ῥώμῃ Πομπήιος ἐκπλεύσας συνήθροισε σῖτον καὶ εἰς τὴν Ῥώμην ἐκόμισεν. Ὅτι τὴν 2) ἑαυτοῦ θυγατέρα ὁ Καῖσαρ τῷ ΙΙομπηίῳ κατηγγύησεν. ὅσα ὁ Καῖσαρ κατώρθωσεν. ὅτι ὁ Καῖσαρ καταλῦσαι τὸν Πομπήιον ἐμελέτα καὶ τὸν Καίσαρα ἐκεῖνος. ὅτι ἐψήφιστο ὑπὸ τῆς βουλῆς καταθέσθαι τὰ ὅπλα τὸν Καίσαρα, οἶ δὲ περὶ Ἀντώνιον καὶ τὸν Πομπήιον ἠξίουν καταθέσθαι τὰ ὅπλα. ὅτι ἤρξατο τῆς τυραννίδος ὁ Καῖσαρ. ὅτι ἐξῆλθε τῆς Ρώμης ὁ Πομπήιος καὶ οἱ πλείους αὐτῶ εἵποντο. ὅτι πρὸς Πομπήιον ἀπιὼν ὁ Καῖσαρ εἰς τὴν Ῥώμην ἀνέστρεψε καὶ τῆς Ἰταλίας ἐκράτησεν. ὅτι αὖθις ἐπὶ Πομπήιον ἀπῄει. τόλμα παράβολος 3) τοῦ Καίσαρος. ὅτι ἡττήθη ὁ Καῖσαρ καὶ μικροῦ ἐκιν- δύνευσεν ἄν. ὅτι ὁ Πομπήιος ὑπερτίθεσθαι τὸν πόλεμον ἤθελεν ,οἶ δ’ ἄλλοι ἐκ θράσους εἰς μάχην ὥρμων. Περὶ σημείων πρὸ τῆς μάχης φανέντων. τροπὴ τοῦ Πομπηίου. οἵα ἦν ἡ τοῦ Πομπηίου γυνὴ καὶ ὅσα εἶπεν ἰδοῦσα αὐτὸν φεύγοντα καὶ οἶα ἐκεῖνος πρὸς αὐτήν. ὅτι εἰς Αἴγυπτον ὁ Πομπήιος κατηνέχθη 4) καὶ ὅπως ἀνῃρέθη ἐκεῖ. οἵας ἔτυχε ταφῆς ὁ Μάγνος Πομπήιος.