Ancient Greek · ~8 min
11.10 to 11.18
Joannes Zonaras, Argumenta 11.10-18
Not analysed yet
Ὃ καὶ νῦν ὁ λογοθέτης τοῦ δρόμου περιζώννυται. 2) καὶ αὖθις περὶ τῆς ἀκολασίας τῆς Μεσσαλίνης καὶ ὅπως ἐφθάρη. ὅτι τὴν 3) Ἀγριππῖναν ὁ Κλαύδ. ιος ἔγημεν ἀδελφιδῆν αὐτοῦ οὖσαν ψηφίσματος παρὰ τῆς βουλῆς γενομένου ἐξεῖναι ἀδελφιδᾶς 4) καὶ Ῥωμαίοις γαμεῖν. οἵα ἦν ἡ Ἀγριππῖνα. ὅτι Αὐγούστων τὴν Ἀγριππῖναν ὁ Κλαύδιος ὠνόμασε καὶ τὸν υἱὸν αὐτῆς εἰσεποιήσατο. Αἰτίαι δι’ ἃς ἐπεβούλευσε τῷ Κλαυδίῳ ἡ ’Αγριππῖνα. τελευτὴ Κλαυδίου. ἔργον ἀξιέπαινον. περὶ σημείων. περὶ Θευδᾶ καὶ Σίμωνος τοῦ μάγου. περὶ τοῦ ἀποστόλου Πέτρου καὶ ὅπως τὸ κατὰ Μάρ- κον εὐαγγέλιον ἐξεδόθη. ὅτι ἡ Ἀγριππῖνα τὴν διοί- κησιν ἐποιεῖτο τῶν κοινῶν. 1) ὅτι καὶ πολυδάπανος ἦν ὁ Νέρων. ὅτι φαρμάκῳ ἔκτεινε τὸν Βρεττανικὸν ὁ Νέρων. ὅτι καὶ τὴν μητέρα αὐτοῦ ὁ Νέρων ἀπέκτεινεν. ὅτι καὶ τὴν γυναῖκα αὐτοῦ ἀπεπέμψατο ,εἶτα καὶ ἀνεῖλεν. ὅσα ἐποίει ὁ Νέρων ἐκπλήκτως καὶ μιαρῶς. ὅτι πρῶτος ὁ Νέρων τοῦ κατὰ χριστιανῶν ἤρξατο διωγμοῦ καὶ ὅτι τοὺς ἀποστόλους ἀπέκτεινε Πέτρον καὶ Παῦλον, καὶ περὶ ἀρχιερέων τῆς Ῥώμης. ἀποστασία ἀποστασία κατὰ Νέρωνος. ἀναίρεσις Νέρωνος. Ὅτι υἱοθετήσατο ὁ Γάλβας τὸν Πείσωνα καὶ ὁ Ὄθων ἐπεβούλευσε τῷ Γάλβᾳ. ἀναίρεσις Γάλβου. Περὶ τοῦ Ψευδονέρωνος. ὅτι οἱ τοῦ Ὄθωνος τῷ Οὐιτελίῳ προσβαλόντες ἡττήθησαν. ὅτι οἶ τοῦ Ὄθωνος καὶ πάλιν ἡττήθησαν. ἀνάρρησις Οὐιτελίου Καίσαρος. 2) Οἷος ἦν Οὐιτἐλιος. ὅπως Οὐεσπασιανὸς 3) ἐπανέστη. Οὐεσπασιανοῦ Καίσαρος ἀναγόρευσις. ὅθεν ὁ Ἰώσηπος προεῖπε τῷ Οὐεσπασιανῷ ὡς ἄρξει. ὅπως καὶ παρὰ τίνων ὁ Οὐιτἐλιος ἀνῃρέθη. Ὅτι ὁ Οὐεσπασιανὸς αὐτοκράτωρ καὶ παρὰ τῆς βουλῆς ἀνερρήθη ,καὶ ὅτι ὁ Μουκιανὸς διοικῶν ἦν τὰ πράγματα. ὅσα ὁ Οὐεσπασιανὸς ἐν Ἀλεξανδρείᾳ καὶ ἀλλαχοῦ ἐποίησεν. ὅσα ἐν τῇ Ῥώμῃ γε- νόμενος ἐποίει. ὅτι ἐθριάμβευσαν ἐπὶ τῇ ἁλώσει τῆς Ἱερουσαλὴμ Οὐεσπασιανὸς καὶ οἱ παῖδες αὐτοῦ. τελευτὴ Οὐεσπασιανοῦ. οἶος ἦν ὁ Τίτος. 1) Περὶ τοῦ Ψευδονέρωνος. περὶ τοῦ Βεσβίου ὄρους καὶ τοῦ ἐξ αὐτοῦ ἀναδιδομένου πυρὸς καὶ τῶν ἐν αὐτῷ γενομένων ἐπὶ Τίτου. οἵους ἀγῶνας ὁ Τίτος ἐποίησεν. περὶ ἀρχιερέων τῆς Ῥώμης. τελευτὴ Τίτου.