Ancient Greek · ~2 min
Book 11
Joannes Zonaras, Argumenta 11.21
Not analysed yet
Οἷος ἦν ὁ Τραιανὸς τοὺς τρόπους. ὅτι ἐπολέμησε τοὺς Δάκους καὶ ἐνίκησεν. εἶτα καταθεμένοις τὰ ὅπλα ἐσπείσατο αὐτοῖς. ὅτι οὐκ ἐνέμειναν οἱ Δάκοι ταῖς ὁμολογίαις αὐτῶν καὶ ὅτι στρατεύ- σαντος αὖθις κατὰ τοῦ Τραιανοῦ ἐπεχείρησαν δόλῳ αὐτὸν ἀνελεῖν, ἐγνώσθησαν δέ, καὶ ἡττηθέντες ὑπετάγησαν Ῥωμαίοις. ὅπως ὁ βασιλεὺς τῶν Δακῶν τοὺς θησαυροὺς αὐτοῦ ἔκρυψεν. ὅπως τοῖς φίλοις ἐπίστευεν ὁ Τραιανός. ὅτι τῆς Ἀρμενίας ἐκράτησεν ὁ Τραιανός.