Ancient Greek · ~2 min
Book 12
Joannes Zonaras, Argumenta 12.31
Not analysed yet
Ὅτι Μαξιμιανὸν τὸν Ἑρκούλιον ὁ Διοκλητιανὸς κοινωνὸν προσειλήφει τῆς βασιλείας, καὶ περὶ τοῦ διωγμοῦ, ὃν οὗτοι ἐποίησαν. ὅτι πόλεων τινων ἀποστασῶν ὁ Διοκλητιανὸς αὖθις ταύτας ὑπέταξεν. ὅτι τοὺς γαμβροὺς αὐτῶν καὶ αμφω 5) οἱ βασιλεῖς Καίσαρας πεποιήκασιν. ὅτι τοῖς Ἀλαμανοῖς 1) ὁ Κώνστας μαχεσάμενος ἐν μιᾷ ἡμέρᾳ καὶ ἡττήθη καὶ νε- νίκηκε. ὅτι Ναρσοῦ τοῦ Περσῶν βασιλέως λεητατοῦντος τοὺς ὑπηκόους Ῥώμης ὁ Γαλλέριος ἐπολέμησεν ,καὶ πρῶτον μὲν ἡττήθη, εἶτα δὲ περιφανῆ νίκην. ὅτι ὑπερφρονήσας ὁ Διοκλητιανὸς προσκυνεῖσθαι ἀπῄτησε καὶ λίθους καὶ μαρ- γάρους ἑαυτῷ περιέθετο.