Ancient Greek · ~2 min
Book 13
Joannes Zonaras, Argumenta 13.2
Not analysed yet
Ὅτι λελώβητο τὸ σῶμα οὗτος ὁ βασιλεύς, καὶ ὅπως παίδων αἔματι λούσασθαι προτραπεὶς οὐκ ἠθέλησεν. ὅτι οἱ κορυφαῖοι τῶν ἀποστόλων ὄναρ τῶ βασιλεῖ ἐφάνησαν, καὶ ὑπέθεντο τρόπον, δι’ οὗ ἰαθήσεται· καὶ ὡς βαπτισθεὶς ἰάθη καὶ τὰ εἰδωλεῖα ἀπέκλεισεν. περὶ τῶν Ἰουδαίων καὶ τῆς πρὸς αὐτοὺς διαλέξεως τοῦ ἁγίου Σιλβέστρου καὶ τοῦ ἐπὶ τῷ ταύρῳ θαύματος. περὶ τῆς εὑρέσεως τοῦ θείου σταυροῦ. περὶ τῶν παίδων τοῦ μεγάλου Κωνσταντίνου, καὶ ὅπως ἀνεῖλε τὸν υἱὸν αὐτοῦ Κρίσπον διαβολῇ τῆς μητρός, εἶτα κἀκείνην. ὅτι τοὺς Σαρμάτας καὶ τοὺς Γότθους ἐνίκησεν.