Ancient Greek · ~3 min
13.9 to 13.10
Joannes Zonaras, Argumenta 13.9-10
Not analysed yet
ὅτι καὶ αὖθις ἡττήθη ὁ Μαγνέντιος καὶ ἑαυτὸν διεχρήσατο. ὅτι μόναρχος ὁ Κωνστάντιος κατέστη καὶ ὁλοκλήρου τῆς ἀρχῆς γέγονεν ἐγκρατής. ὅπως ὁ Γάλλος ὑπερεφρόνησε καὶ τοὺς συγ- κλητικοὺς ἀνεῖλεν ἄνδρας, καὶ αὐτῆς4) τοῦ Καίσαρος ἀξίας ἐξέπεσε καὶ τῆς ζωῆς ἐστερήθη ἀναιρεθείς. ἀποστασία Σιλβανοῦ καὶ ἀναίρεσις. ὅσα ὁ Σαπώρης τῷ Κωνσταντίῳ ἐπέστειλε καὶ ὅσα ὁ Κωνστάντιος αὐθις ἐκείνῳ. Ὅτι Καίσαρα τὸν Ἰουλιανὸν ἀν’ εἶπε Κωνστάντιος καὶ τὴν ἀδελφὴν Ἑλένην αὐτῷ συνέζευξεν. ὅτι ἐν πολέμοις εὐτύχησεν Ἰουλιανός. ὅτι ἀπεστάτησεν Ἰουλιανὸς καὶ Αὔγουστος ὑπὸ τοῦ στρατοῦ ἀνηγορεύθη. οἶα τῷ Κωνσταντίῳ ἐπέστειλεν Ἰουλιανός. οἶα αὖθις ἐμήνυσε τῷ Ἰουλιανῷ ὁ Κωνστάντιος. οἷα πρὸς τὰ τοῦ Κωνσταντίου μηνύματα ἀν- τέθετο ὁ Ἰουλιανὸς καὶ ὅσα αὐτῶ ἐπέστειλεν.