Ancient Greek · ~2 min
Book 14
Joannes Zonaras, Argumenta 14.3
Not analysed yet
ὅθεν Δίκορος ἐκαλεῖτο ὁ Ἀναστάσιος. περὶ πατριαρχῶν. ὅτι χρεοκοπίαν ὁ Ἀναστάσιος ἔθετο, καὶ τὸν τοῦ χρυσαργύρου δασμὸν ἐξέκοψεν. ὅτι τῆς τῶν Συγχυτικῶν αἱρέσεως ὁ Ἀναστάσιος γεγονὼς τὸν πατριάρχην ἐξώρισε. περὶ Λογγίνου τοῦ ἀδελφοῦ Ζήνωνος τυραννῆσαι ἐπιχειρήσαντος ,καὶ περὶ τῶν Ἰσαύρων. περὶ τοῦ πάπα τῆς Ῥώμης. περὶ τῶν Βουλγάρων. περὶ Βιταλιανοῦ τυραννήσαντος, καὶ ὅπως κατεπολεμήθη, καὶ περὶ Πρόκλου. ὅτι προσθήκην εἰς τὸ τρισάγιον βουληθέντος ποιήσα- σθαι τοῦ Ἀναστασίου τὸ ὀρθόδοξον τοῦ λαοῦ ἐστα- σίασε, καὶ ὅσα ἐποίησεν.