Ancient Greek · ~2 min
Book 14
Joannes Zonaras, Argumenta 14.5
Not analysed yet
ὅπως ὁ Ἰουστῖνος εἰς τὴν βασιλείαν ἀνήχθη. ὅτι ἀνῃρέθη ὁ εὐνοῦχος Ἀμάντιος. ὅτι τὴν ἐν Χαλ- κηδόνι σύνοδον ἐκύρωσεν Ἰουστῖνος καὶ τὴν γαμε- τὴν ἔστεψεν, καὶ περὶ Βιταλιανοῦ. περὶ τοῦ δυσσε- βοῦς Σεβήρου καὶ τοῦ μετ’ αὐτὸν ἀρχιερατεύσαντος Παύλου. περὶ πατριαρχῶν. ὅτι ἐσπείσατο τοῖς Πέρ- σαις ὁ 1) Ἰουστῖνος. ὅτι αὖθις μάχη μέσον Ῥωμαίων καὶ Περσῶν γέγονεν. περὶ Μανιχαίων. περὶ Ἀναζάρβου2) καὶ Ἐδἐσης καὶ Πομπηιουπόλεως. περὶ μυναικὸς γιγαντώδους. ὅτι στρατηλάτης ὁ Ἰουστινιανὀς προεβλήθη. ὅτι νοσῶν ὁ Ἰουστῖνος ἔστεψε βασιλέα τὸν Ἰουστινιανόν. τελευτὴ Ἰουστίνου. οἷοι τοὺς τρόπους ἦσαν Ἰουστινιανὸς καὶ ἡ γυνὴ αὐτοῦ Θεοδώρα. 3)