Ancient Greek · ~2 min
Book 15
Joannes Zonaras, Argumenta 15.12
Not analysed yet
ὅτι ὁ Θωμαῒτης τρίκλινος ἐκαύθη. ἐκστρα- τεῖαι τοῦ Κωνσταντίνου κατὰ Βουλγάρων καὶ τῶν Ἀράβων. ὅτι αὖθις ἀνήγαγε τὴν μητέρα εἰς τὰ βασίλεια καὶ εὐφημεῖσθαι αὐτὴν παρεχώρησεν· οἱ δὲ Ἀρμενιακοὶ αὖθις ἐστασίαζον· καὶ περὶ τοῦ Μωσηλέ. ὅτι τοῖς Βουλγάροις συμβαλὼν ὁ Κωνσταντῖνος ἡτ- τήθη, καὶ ὅτι ἐστασίασε τὸ στρατιωτικὸν καὶ ὅτι τοὺς θείους ὁ Κωνσταντῖνος ἐτιμωρήσατο. ὅτι τὴν οἰ- κείαν γαμετὴν ἄκουσαν ἀποκείρας ὁ Κωνσταντῖνος ἑτέραν ἠγάγετο. ὅτι κατὰ Βουλγάρων ὁ βασιλεὺς ἐξεστράτευσεν.