Ancient Greek · ~2 min
Book 15
Joannes Zonaras, Argumenta 15.29
Not analysed yet
ὅτι κατὰ τῶν Ἀγαρηνῶν ἐκστρατεύσας ὁ Θεόφιλος εὐτύχησεν. ὅπως παρὰ τῶν μισθοφο- ρούντων Περσῶν ὁ Θεόφοβος βασιλεὺς ἀνερρήθη καὶ ἄκων. ὅτι ὁ Θεόφοβος προσῆλθε τῷ βασιλεῖ. περὶ τῆς τοῦ Ἀμορίου ἁλώσεως. ὅπως προεδόθη τοῖς Ἀγαρηνοῖς τὸ Ἀμόριον. ὅτι διεπρεσβεύσατο πρὸς τὸν τῶν Ἀγαρηνῶν ἀρχηγὸν ὁ βασιλεὺς τοὺς ἐπιφανεῖς τῶν ἁλόντων ὠνήσασθαι θ’ ἔλων, ὁ δὲ τὴν πρεσβείαν οὐ προσήκατο καὶ ὅτι ἐκ λύπης ὁ βασιλεὺς ἐνόσησε δυσεντερίαν. ὅτι θνήσκων ὁ Θεόφιλος ἀνεῖλε τὸν Θεόφοβον. τελευτὴ Θεοφίλου.