# Argumenta 16.15-22

Joannes Zonaras, Argumenta, 16.15 to 16.22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/argumenta/16.15

Ὅτι τὸν ἀνεψιὸν Κωνσταντῖνον ἐκτομίαν ποιῆσαι ὁ 1) Ἀλέξανδρος ἐβούλετο. τελευτὴ τοῦ Ἀλε- ξάνδρου. τίνας ἐπιτρόπους κατέλιπε τῷ ἀνεψιῷ ὁ Ἀλέξανδρος. Ἀποστασία Κωνσταντίνου τοῦ δουκός. ἀναίρεσις1) τοῦ Δούκα Κωνσταντίνου. ὅτι πολλοὺς οἱ τοῦ βασιλέως ἐπίτροποι τῶν συναραμένων τῷ ἀποστάτῃ ἐκόλασαν. ὅτι διεφέροντο ἀλλήλων οἱ τοῦ βασιλέως ἐπίτροποι. ὅτι ἀνήχθη τοῦ βασιλέως μήτηρ εἰς τὰ βασίλεια καὶ τῆς διοικήσεως εἴχετο. ὅπως ὁ Λακαπηνὸς παρὰ τοῦ βασιλέως Κωνσταντίνου εἰς ἐπικουρίαν προσελήφθη. ὅπως ὁ παρακοιμώμενος κατεσχέθη παρὰ τοῦ Λακαπηνοῦ ὅτι ὁ βασιλεὺς κατενεγκεῖν 2) τὴν ἑαυτοῦ μητέρα τοῦ παλατίου ἐπεχείρει, τοῖς δὲ δάκρυσιν ἐκείνης μαλαχθεὶς ἀφῆκεν αὐτήν. ὅτι τὴν ἑαυτοῦ θυγατέρα ἐμνηστεύσατο ὁ Λακαπηνὸς τῷ βασιλεῖ Κωνσταντίνῳ. ὅτι ὁ Φωκᾶς Λέων τυραννίδι ἐπικεχείρηκε καὶ ἁλοὺς ἐτυφλώθη. ἐπιβουλὴ κατὰ τοῦ βασιλέως. ὅτι ἥλω παρὰ τῶν Βουλγάρων ἡ Ἀδρανούπολις. ὅτι ὁ ἐκ Τριπόλεως στόλος ἀπώλετο. ὅτι ὡμίλησαν ἀλλήλοις ὁ βασιλεὺς Ῥωμαίων καὶ ὁ Συμεών, οὐκ εἰρήνευσαν δέ. μετάθεσις τῶν ἀρχιερέων. ὅτι Πέτρος ὁ τοῦ Συμεὼν υἱὸς ἐσπείσατο)) καὶ συν- ήφθη αὐτῷ ἡ τοῦ βασιλέως ἐγγόνη. ὅπως καὶ τὸν υἱὸν αὐτοῦ Χριστοφόρον προεβίβασε τοῦ βασιλέως Κωνσταντίνου , εἶτα τοὺς λοιποὺς δύο. περὶ πατριαρχῶν. τελευτὴ τοῦ βασιλέως Χριστοφόρου.· ὅτι διαδόσεις ἐποίει ὁ βασιλεὺς Ῥωμανός, ἐξιλεούμενος τὸν θεὸν διὰ τὴν ἐπιορκίαν καὶ τὰ χρέα τῶν ἐν τῇ πόλει ἀπέτισεν. περὶ τοῦ ἁγίου μανδιλίου. περὶ τῶν συμφυῶν μειρακίων. καθαί- ρεσις ἐκ τῆς βασιλείας 1) Ῥωμανοῦ τοὐ Λακαπηνοῦ. δίκαιος εἶ, κύριε , καὶ εὐθεῖς 2) αἶ κρίσεις σου. Καθαίρεσις ἐκ τῆς βασιλείας καὶ τῶν υἱῶν τοῦ Λακαπηνοῦ καὶ τελευτὴ αὐτῶν καὶ τοῦ πατρὸς αὐτῶν.3) οἷος ἦν ὁ Κωνσταντῖνος καὶ περὶ τὰ ἤθη.4)] περὶ ἐπιβουλῆς. περὶ Οὔγγρων. Περὶ τοῦ πατριάρχου Θεοφυλάκτου. περὶ τοῦ πατριάρχου Πολυεύκτου. περὶ τῆς τιμίας χειρὸς τοῦ Προδρόμου. περὶ τῶν5) Ἀγαρηνῶν. ὅτι ὁ τοῦ βασιλέως υἱὸς Ῥωμανὸς ἐπεβούλευσε τῷ πατρί. τελευτὴ τοῦ βασιλέως Κωνσταντίνου.

---

Joannes Zonaras, Argumenta, ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg011.local001/.
