Ancient Greek · ~2 min
Book 16
Joannes Zonaras, Argumenta 16.23
Not analysed yet
Ὅτι ἔστεψεν ὁ Ῥωμανὸς τὸν υἱὸν αὐτοῦ τὸν Βασίλειον. ὅτι τὰ πλείω τῆς Κρήτης εἷλεν ὁ Φωκᾶς Νικηφόρος. ὅτι ὁ Φωκᾶς Λέων ὁ τοῦ Νικηφόρου ἀδελφὸς τῷ Χαμδὰν 6) πολεμήσας ἐνίκησεν. ὅτι αὖθις ὁ Νικηφόρος τῷ Χαμδὰν 6) συμβαλὼν ἥττησεν αὐτὸν καὶ τὸ Χάλεπ ἐπόρθησεν. τελευτὴ τοῦ βασιλέως Ῥωμανοῦ. ὅπως ὁ Φωκᾶς βασιλειᾶν ὑποπτευόμενος κατεσοφίσατο τὸν παρακοιμώμενον Βρίγγαν. ὅτι θανόντος τοῦ τῶν Βουλγάρων ἄρχοντος Πέτρου οἶ κομητόπωλοι ἀπεστάτησαν. ὅπως ὁ Φωκᾶς βασιλεὺς ἀνερρήθη.