Ancient Greek · ~2 min
Book 17
Joannes Zonaras, Argumenta 17.19
Not analysed yet
Ὅτι αἰτιάσεις κατὰ τῆς βασιλίδος Ζωῆς Πλαςάμενος ὁ Μιχαὴλ ἀποκείρει αὐτὴν πρότερον εἰς Τὴν τοῦ Πρίγκιπος νῆσον περιορίσας αὐτήν. 2) ὅτι Διὰ τὴν στάσιν ἀνεκομίσθη ἡ βασιλίς, καὶ ὁ λαὸς μελενδυτοῦσαν ἰδὼν αὐτὴν εἰς πλέον τεθύμωται. ὅτι πρὸς τὴν τῆς Ζωῆς ἀδελφὴν τὴν Θεοδόραν τὸ πλῆθος τραπὲν Αὐγοῦσταν αὐτὴν ἀνηγόρευσεν ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, καὶ ὅτι εἰς τὴν μονὴν τοῦ Στουσίου ὁ Μιχαὴλ καὶ ὁ θεῖος αὐτοῦ ὁ Κωνσταντῖνος ἀπῆλθον. ὅτι ἐτυφλώθησαν ὁ βασιλεὺς Μιχαὴλ καὶ ὁ θεῖος αὐτοῦ ὁ νωβελλίσιμος Κωνσταντῖνος, εἶτα καὶ ὑπερωρίσθησαν.