Ancient Greek
Book 17
Joannes Zonaras, Argumenta 17.6
Not analysed yet
Περὶ πατριαρχῶν. περὶ Βουλγάρων καὶ τοῦ Σαμουὴλ καὶ τῶν ἀδελφῶν αὐτοῦ. ὅτι ὁ βασιλεὺς ἐξεστράτευσε κατὰ Βουλγάρων καὶ τὴν Τριάδιτζαν ἔμελλε πολιορκεῖν. ὅπως ὁ Κοντοστἐφανος ἀπάτῃ μετῆλθε τὸν βασιλέα καὶ πέπεικεν ἀναζεῦξαι, καὶ ὅσα οἱ Βούλγαροι τοῖς Ῥωμαίοις ἐποίησαν2) ἀναζευ- γνύουσι. ὅτι ὁ Φωκᾶς βασιλεὺς ἀνερρήθη. ὅτι ὁ Σκληρὸς καὶ οἶ παρὰ τοῖς Ἀγαρηνοῖς Ῥωμαῖοι ἀνείθησαν τῶν δεσμῶν καὶ ἐπανελθεῖν εἰς τὰ Ῥωμαίων ὅρια ἠδυνήθησαν. ὅτι κοινωνίαν θέσθαι μετὰ τοῦ Φώκα ἐπὶ τῇ τυραννίδι ἠθέλησεν ὁ Σκληρός, καὶ ὅπως κατεσχέθη καὶ ἐδεσμήθη.