Ancient Greek · ~1 min
Book 17
Joannes Zonaras, Argumenta 17.8
Not analysed yet
Περὶ πατριαρχῶν. περὶ τοῦ Σαμουὴλ καὶ τῶν Βουλγάρων, καὶ ὅσα κατ’ αὐτόν ὁ βασιλεὺς ἐστήσατο τρόπαια, τὰ μὲν δι’ ἑαυτοῦ, τὰ δὲ διὰ τῶν στρατηγῶν, καὶ ὅσας πόλεις εἷλε καὶ φρούρια. οἷα ὁ βασιλεὺς ἐδογμάτισεν. οἷος ἦν ὁ βασιλεὺς οὗτος τὸ ἦθος. καὶ οἷος ἦν περὶ χρήματα καὶ ὅσα συνῆξε καὶ ἐθησαύρισεν.