Ancient Greek · ~2 min
Book 18
Joannes Zonaras, Argumenta 18.14
Not analysed yet
ὅτι Οὖζοι πρὸς τοὺς Τούρκους ηὐτομόλησαν, καὶ ὅτι μετεκαλέσατο καὶ τὸ στράτευμα, ὃ διεῖλεν ὁ βασιλεύς· οἱ δὲ οὐκ ἀφίκοντο, καὶ ὅτι τοῦ βασιλέως ἑτοιμαζομένου πρὸς πόλεμον ἐκ τοῦ Σουλτὰν πρέσβεις ἥκασι περὶ εἰρήνης. ὅτι ὑποστρεψάντων τῶν πρέσβεων ὁ βασιλεὺς πρὸς μάχην ὥρμησε καὶ ὅπως ἡττήθη καὶ ἑάλω. ὅπως ὁ Σουλτὰν ἐχρή- σατο τῷ βασιλεῖ ἀπαχθέντι πρὸς αὐτόν. τίνα γεγό- νασιν ἐν τοῖς βασιλείοις τῆς ἁλώσεως ἀγγελθείσης. 2)