Ancient Greek · ~3 min
Book 18
Joannes Zonaras, Argumenta 18.16
Not analysed yet
Ὅτι τὸν Σίδης ἐπέστησε τοῖς πράγμασι πρό- τερον, εἶτα τὸν Νικηφορίτζην. ὅτι ἀμελῶν τῶν τῆς βασιλείας πραγμάτων λόγοις ἐσχόλαζεν2) ὁ Μιχαὴλ. ὅτι ὁ Σουλτὰν τὰ κατὰ τὸν Διογένην μαθὼν τὴν ἑῴαν κατέτρεχεν. ἔτι ὁ Κομνηνὸς Ἰσαάκιος ἐστάλη μετὰ τοῦ Ῥουσελίου τοῖς Τούρκοις ἀντιταξόμενος, καὶ ἡττηθεὶς ἑάλω, καὶ ὁ Ῥουσέλιος ἀπεστάτησεν. ὅτι ὁ Καῖσαρ σταλεὶς κατὰ τοῦ ‘Pουσελίου ἡττήθη καὶ ἑάλω. ὅτι ὁ βασιλεὺς Τούρκους κατὰ τοῦ Ῥουσελίου μετεπέμψατο, ὁ δὲ λύσας τὸν Καίσαρα βασιλέα ἀνεῖπε· καὶ συμμίξας τοῖς Τούρκοις αἰχμάλωτος καὶ αὐτὸς καὶ ὁ Καῖσαρ ἐλήφθησαν. ὅτι ὁ Καῖσαρ διὰ τοῦ βασιλέως ἐξωνηθεὶς ἐκείρατο καὶ μοωαχὸς γέγονεν. ὅτι ὁ βασιλεὺς Ἀλέξιος εἷλε τὸν Ῥουσέλιον. ὅπως ἐκλήθη Παραπινἄκιος οὗτος ὁ βασιλεύς.