Ancient Greek · ~7 min
18.4 to 18.11
Joannes Zonaras, Argumenta 18.4-11
Not analysed yet
ὅτι πρῴην οἰκονόμων καὶ σκευοφυλάκων τῆς μεγάλης ἐκκλησίας παρὰ τοῦ βασιλέως προβαλλομένων οἱ Κομνηνοὶ καὶ ἄμφω τῇ ἐκκλησίᾳ ἀπένειμαν. 4) ὅτι ἀποτόμως τῇ τῶν κοινῶν πραγμάτων διορθώσει ἐπικεχείρηκε καὶ γέγονεν ἅπασι μισητός. ὅτι οὐδὲ αὐτῶν τῶν τῷ θεῷ καθωσιωμένων ἐφεί- σατο. Ὅτι ὁ πατριάρχης ἤθελεν ἐπιτάσσειν τῷ βασιλεῖ καὶ ἠπείλει αὐτῷ. ἐξορία τοῦ πατριάρχου Μιχαήλ. τελευτὴ τοῦ πατριάρχου ἐν τῇ ἐξορίᾳ. περὶ πατριαρχῶν. ὅπως τὰ δικαιώματα τῆς ἐλευθερίας τῶν Μαγγάνων ἔλαβεν ὁ βασιλεὺς ἐκ τοῦ Λειχούδη. Ἐκστρατεία κατὰ τῶν Οὔγγρων καὶ Πατζι 1) νάκων. ὅπως τὸν ἐκ τῆς δρυὸς κίνδυνον ἐξέφυγεν ὁ βασιλεὺς καὶ οἶ περὶ αὐτόν. Ὅπως τὴν βασιλείαν ἀπέθετο ὁ Κομνηνὸς καὶ ἐμόνασε, τὸν Δούκαν προχειρισάμενος βασιλέα. οἷος ἦν τὸ ἦθος ὁ Κομνηνός. Ἐπιβουλὴ κατὰ τοῦ βασιλέως καὶ ὅπως ταύτην διέφυγεν. οἶος ἦν ὁ Δούκας τοὺς τρόπους. ὅτι ἐκ φειδωλίας δώροις ἤθελε φιλιοῦν τῇ Ῥωμαίων ἀρχῇ. Περὶ τοῦ ἔθνους τῶν Οὔζων. περὶ σεισμοῦ. 1) περὶ ἀστέρος κομήτου. περὶ πατριαρχῶν. ὅτι νο— σήσας ὁ βασιλεὺς καὶ ἐκλείπων τοῖς υἱοῖς τὴν2) βα- σιλείαν κατέλιπε, κἀκείνοις τὴν μητέρα ἐπέστησεν, ὀμόσασαν ἐγγράφως μὴ δευτερογαμῆσαι. τελευτὴ Κωνσταντίνου βασιλέως τοῦ Δούκα. ὅτι ἡ βασιλὶς Εὐδοκία βασιλέα τοῖς πράγ- μασιν ἐπιστῆσαι ἐβουλεύσατο. περὶ τοῦ Διογενοῦς καὶ οἷος ἦν τὸ γένος καὶ τὴν ἰσχύν. ὅτι τυραννῆσαι βουλευσάμενος κατεσχέθη ὁ Διογενὴς, καὶ μέλλων κολασθῆναι ἀφείθη καὶ εἰς κγλ ἀφωρίσθη. 3) ὅπως ἠπατήθη ὁ πατριάρχης καὶ δέδωκε τῇ δεσποίνῃ τὸ τοῦ ὅρκου αὐτῆς ἔγγραφον. ὅτι συνήφθη τῆ βασι- λίδι Εὐδοκίας ὁ Διογενὴς καὶ ἀνερρήθη. ὅτι ἐξεστράτευσεν ὁ Διογενὴς ἐν τῇ ἑῴᾳ καὶ ὅσα ἐποίησεν. ὅτι καὶ πρὸς Συρίαν ὥρμησεν ὁ βασιλεὺς καὶ τὴν Ἱεράπολιν ἔλαβε καὶ τοὺς Χαλεπίτας ἐτρέψατο. ἧττα τῶν βαρβάρων. ἅλωσις ὑπὸ4) Ῥωμαίων φρουρίων τινῶν βαρβαρικῶν καὶ ἀγγελία τῷ βασιλεῖ λαφυραγωγηθῆναι τὸ Ἀμόριον.