Ancient Greek · ~3 min
Book 2
Joannes Zonaras, Argumenta 2.1
Not analysed yet
ὅτι ἐκόλασεν ὁ Δαβὶδ τὸν κατὰ τοῦ 3) Σαοὺλ ἐπελθόντα καὶ τρώσαντα διὰ τὸ εἶναι χριστὸν κυρίου. ὅτι ἐν πόλει Χεβρὼν ᾑρέθη βασιλεὺς ὁ Δαβὶδ παρὰ τῆς Ἰούδα φυλῆς. 4) ὅπως ὁ Ἀβεννὴρ διωκόμενος ἔπληξεν ἐξόπισθεν καιρίως τὸν διώκοντα Ἀσαὴλ καὶ ἔκτεινεν. ὅτι ἐπὶ πολὺ ἐπολέμουν ἀλλήλοις οἱ τοῦ Σαοὺλ καὶ οἱ τοῦ Δαβίδ, ὑπερίσχυον δὲ οἶ τοῦ Δαβίδ. ὅτι ὁ Ἀβεννὴρ προσερρύη τῷ Δαβὶδ καὶ ἔπεισε καὶ τοὺς λοιποὺς προσελθεῖν αὐτῷ. ὅτι ἀνεῖλεν Ἰὰ τὸν Ἀβεννὴρ ἐν δόλῳ. ἀναίρεσις Ἰεβοσθέ 1), υἱοῦ Σαούλ, καὶ ὅτι τοὺς ἀνελόντας αὐτὸν ἀνεῖλε Δαβίδ. πότε παρὰ παντὸς τοῦ Ἰσραὴλ ἐχρίσθη εἰς βασιλέα Δαβίδ, καὶ ὅτι τριακονταέτης ἦν, ὅτε μόνης τῆς τοῦ Ἰούδα φυλῆς ἦρξεν. ὅτι τὴν πόλιν Ἰεβοῦς πολιορκήσας καὶ ἑλὼν ὁ Δαβὶδ τοὺς ἐκεῖ κατοικοῦντας ἐδίωξεν, ἐπὶ οἰκείῳ δὲ ὀνόματι ταύτην ἀνῳκοδόμησε τὴν νῦν Ἱεροσόλυμα καλουνην.