Ancient Greek · ~3 min
Book 2
Joannes Zonaras, Argumenta 2.7
Not analysed yet
Ὅπως συνέθετο τοὺς ψαλμοὺς ὁ Δαβὶδ καὶ οἶα τὰ τοῦ ψαλμοῦ ὄργανα. περὶ τῆς ἀπαριθμήσεως καὶ ὅπως μετὰ ταῦτα μετεμελήθη Δαβίδ. περὶ τῆς αἱρέσεως τῶν τριῶν ἕν ἐξ αὐτῶν λαβεῖν, διὰ τὴν τοῦ λαοῦ ἀπαρίθμησιν, καὶ ὅτι τὸ αἱρεθὲν κακὸν τὸ ἐπελθεῖν τῷ λαῷ θάνατον, καὶ ἐπῆλθεν ἀπὸ πρωὶ ἕως ἀρίστου. πῶς ἔπαυσεν ὁ θεὸς τὴν τοῦ λαοῦ φθοράν. ὅτι καθ’ ὃν τόπον ἔμελλε σφαγιάσαι Ἀβραὰμ τὸν Ἰσαάκ, ἠβουλήθη ναὸν οἰκοδομῆσαι Δαβίδ, καὶ ἐκωλύθη παρὰ θεοῦ. ὅτι ἐπῆγε Δαβὶδ διὰ τὴν θέρμην νεάνιδα. 1) ὅτι Ἀδωνίας τέταρτος υἱὸς τοῦ Δαβὶδ ἐπεχείρησε βασιλεῦσαι. ὅπως ἐχρίσθη Σολομὼν εἰς βασιλέα. τί ἐνετείλατο τῷ Σολομῶντι Δαβὶδ τελευτῶν. περὶ τοῦ τὸν ναὸν κτισθῆναι. πόσα ἔτη ἔζησε Δαβίδ.