Ancient Greek · ~3 min
Book 3
Joannes Zonaras, Argumenta 3.5
Not analysed yet
Τίς διεδέξατο τὸν Ναβουχοδονόσορ, καὶ ἐξῆς περὶ Βαλτάσαρ, καὶ ὅπως ἐχρήσατο τοῖς ἱεροῖς τῶν Ἰουδαίων σκεύεσιν. περὶ τοῦ ἀστραγάλου τῆς χειρός, εἶδεν ἐν τῷ τοίχῳ Βαλτάσαρ. ὅπως ὁ Δανιὴλ διασαφεῖ τῷ Βαλτάσαρ τὸν θεαθέντα ἀστράγαλον. τί σημαίνει τὰ γραφέντα διὰ τοῦ ἀστραγάλου. ὅτι Κύρου ἐπελθόντος κατὰ Βαλτάσαρ ἀνῃρέθη Βαλτάσαρ. ὅτι τὸν Δανιὴλ ὁ Δαρεῖος εἰς Μηδίαν μετήγαγε μετὰ τὴν τῆς Βαβυλῶνος ἅλωσιν. ὅτι ὁ Δαρεῖος καὶ Κυαξάρης ἐκαλεῖτο. ὅτι διὰ τὸ δόξαι παραβῆναι τὸν τεθέντα τότε νόμον περὶ τοῦ μὴ εὔξασθαι ὁ Δανιὴλ ἐνεβλήθη εἰς τὸν λάκκον μετὰ τῶν λεόντων. ὅτι οἱ κατὰ τοῦ Δανιὴλ εἰπόντες ἐνεβλήθησαν εἰς τὸν λάκκον τῶν λεόντων.