Ancient Greek · ~2 min
Book 3
Joannes Zonaras, Argumenta 3.8
Not analysed yet
Περὶ τῆς ἑτέρας ὀπτασίας τοῦ Δανιήλ. ἦν δ’ αὕτη κριὸς κερασφόρος καὶ τὰ ἐξῆς. ὅτι τὰ Σοῦσα μητρόπολις ἦν τῶν Περσῶν. ὅτι Καμβύσης παῖς Κύρου, καὶ τοῦτον διεδέξαντο μάγοι, καὶ τούτους ὁ Ὑστάσπου Δαρεῖος. περὶ τοῦ τράγου ὃν εἶδε Δανιὴλ καὶ τί ἐσήμαινεν. ὅτι Ἀλέξανδρος τῶν Περσῶν καὶ Μηδῶν βασιλεὺς κατέστη, καὶ Δαρεῖον ἥττησε, συλλαβὼν τὴν γυναῖκα αὐτοῦ καὶ τὰς θυγατέρας. ὅτι Πέρσαι καὶ Μῆδοι κατέλυσαν τὴν βα- σιλείαν Ἀσσυρίων. περὶ τοῦ Ἀντιόχου τοῦ Ἐπιφανοῦς καὶ τῆς αὐτοῦ κατὰ Ἱερουσαλὴμ ἐπελεύσεως καὶ ὧν ἐποίησεν ἐκεῖ. ἑσπέρα 1) σημαίνει τὴν ἀρχὴν ἀνιαρῶν ἢ τὸν ὅλον χρόνον καθ’ ὅσον ταύτα.