Ancient Greek · ~3 min
4.11 to 4.13
Joannes Zonaras, Argumenta 4.11-13
Not analysed yet
ὅτι Ἀλέξανδρος οὐ λάθρᾳ συμβαλεῖν ἤθελε τοῖς πολεμίοις. φυγὴ Δαρείου. ὅσον πλοῦτον εὑρεν Ἀλέξανδρος τοῦ Δαρείου. ὅπως ὠνείδιζε τοὺς τρυφῶντας Ἀλέξανδρος. τί ἔλεγεν Ἀλέξανδρος περὶ τῶν γογγυζόντων εἰς αὐτόν. περὶ τῆς δίψης ἣν εἶχεν Ἀλέξανδρος διώκων Δαρεῖον. ὅπως ἐν τῷ 20) θανάτῳ Ἀλέξανδρος τὸν Δαρεῖον ἐτίμησε, τὸν δ’ ἀνελόντα διεσφενδόνησεν. περὶ Ὑρκανίας καὶ τοῦ Κασπίου πελάγους. ὅτι Ἀλέξανδρος βαρβαρικὴν στολὴν ἐνδυσάμενος τοῖς Μακεδόσιν οὐκ ἤρεσεν. καὶ περὶ Ῥωξάνης, ἣν Ἀλέξανδρος ἔγημεν. ὅπως παρὰ Ἀλεξάνδρου Φιλώτας καὶ Κλεῖτος. ὅσα ὁ Ταξίλης καὶ οἶα ἐμήνυσεν ’Ἀλεξάνδρῳ κατὰ τῆς Ἰνδικῆς ἐρχομένῳ χώρας. Περὶ Πώρου τοῦ τῆς Ἰνδικῆς ἄρχοντος, οἷος ἦν τὸ σῶμα. ὅσα ὁ Ἀλέξανδρος ἤλγησε τοῦ Βουκεφάλα 30 ἵππου θανόντος, καὶ περὶ τοῦ ποταμοῦ Γάγγη, ὅσος ἦν κατ’ εὖρος καὶ βάθος. ὅτι λ Μαλλοὶ ἔθνος Ἰνδικόν. ὅπως Ἀλέξανδρος πρῶτος ὥρμα ἐν τοῖς πολέμοις1) καὶ τυχαίως ἐνίκα.