Ancient Greek · ~2 min
Book 7
Joannes Zonaras, Argumenta 7.5
Not analysed yet
Ὅτι μετὰ τὸν Ῥωμύλον οἱ πατρίκιοι οὐκέτι ἴνα βασιλέα ᾑρετίσαντο 3), ἀλλ’ ἕκαστος αὐτῶν ἥμισυ ἡμέρας καὶ νυκτὸς ἐβασίλευεν ,ὃ καὶ μεσοβασιλείαν ἐκάλεσαν. ὅτι πάλιν εἷς ἀνερρήθη βασιλεὺς ὁ Νο- μᾶς Πομπήλιος. ὅτι πρότερον ἔθυσε τοῖς θεοῖς, καὶ οὕτως ἔλαβε τὴν ἀρχὴν ὁ Νομᾶς καὶ τὰ βασιλικὰ παράσημα. ὅτι καλῶς ἄγαν καὶ θεοφιλῶς ὁ Νομᾶς τὴν ἀρχὴν διήνυσεν, εὐσεβῶς παρὰ τοὺς τότε Ἕλληνας διακείμενος περὶ τὸ θεῖον. ὅτι δεκάμηνος ἦν ὁ χρόνος παρὰ Ῥωμαίοις, παρὰ δὲ τοῖς λοιποῖς δια- φόρως εἶχε, μηνιαῖος, τετραμηνιαῖος, ἑξαμηνιαῖος.