Ancient Greek · ~7 min
9.1 to 9.8
Joannes Zonaras, Argumenta 9.1-8
Not analysed yet
Περὶ χρησμῶν. ὅπως ἡ 4) ἐν Κάνναις ἧττα τοῖς Ῥωμαίοις συνέπεσε καὶ ὅσα ὁ Ἀννίβας ἐποίησεν εἰς μάχην αὐτοὺς ἐκκαλούμενος καὶ ὅσα ἐμηχανή- σατο ἐκείνῳ τὴν νίκην κατ’ ἐργαζόμενα. ὅτι εἰ τότε ὁ Ἀννίβας εἰς τὴν Ῥώμην ὥρμησεν, εἷλεν ἂν ἀυτὴν. Περὶ τοῦ Σκιπίωνος. ὅπως οἱ ἐν τῇ Ῥώμῃ διετέθησαν τὴν ἧτταν τῶν οἰκείων μαθόντες. ὅπως τοῖς αἰχμαλώτοις ὁ Ἀννίβας ἐχρήσατο. βούλευμα θαυμαστὸν ὅπως ὁ Ἀννίβας τοὺς Νεαπολίτας ᾠκειώσατο καἰ τὴν Καπύην καὶ τὴν Καμπανίαν τῶν Ῥωμαίων μετέστησε καὶ ἄλλους εἷλε καὶ ἀπηνῶς αὐτοῖς χρησάμενος ἀνέκοψε τοὺς λοιποὺς μὴ προσιέναι αὐτῷ. ὅπως οἶ ἐν Βασιλίναις Ῥωμαῖοι τῆς πολιορκίας ἐρρύσθησαν. Στρατήγημα τοῦ Ἀννίβου. ὅτι διὰ τρυφὴν καὶ ῥᾳστώνην οἱ Καρχηδόνιοι ἡττήθησαν. ὅσα οἱ 1) Σκιπίωνες ἐν Ἰβηρίᾳ ἐποίησαν. Ὅτι οὐδὲν ἔχοντες οἴκοι στεῖλαι οἶ Σκιπίωνες ἀστραγάλους τοῖς παισὶν ἔστειλαν. ὅσα ὁ Ἀρχιμήδης κατὰ τῶν Ῥωμαίων ἐμηχανήσατο πολεμούντων τὰς Συρακούσας. Ὅσα τοῖς Ῥωμαίοις συνέβη δεινά. ὅπως ὑπὸ Μαρκέλλου ἑάλωσαν αἶ Συράκουσαι. ὅπως ὁ Ἀρχιμήδης ἀνῃρέθη. ὅσα οἱ Καρχηδόνιοι ἐν Σικελίᾳ ἐποίησαν καὶ ὁ Ἀννίβας ἐν τῇ Ῥώμῃ ἐλθὼν εἰργάσατο, καὶ ὅπως ἐκεῖθεν ἀνεχώρησεν. ὅπως τὴν Καπύην οἶ Ῥωμαῖοι παρέλαβον καὶ ὅπως αὐτοῖς ἐχρήσαντο. 2) ὅσα ὁ Λαουίνιος πρὸς Φίλιππον ἀντιστρατευόμενος ἔπραξεν. ὅπως ὁ Ἀσδρούβας ἐν Ἰβηρίᾳ τὸν Γάιον Κλαύδιον ἠπάτησε καὶ διέδρα. ὅτι Σκιπίων ὁ Πού- πλιος ᾑρέθη στρατηγὸς τῶν ἐν Ἰβηρίᾳ. σημείωσαι τόλμαν καὶ μηχανὴν τοῦ κατηγορηθέντος. ὅπως ὁ Μουτίνας ἐκ Καρχηδονίων Ῥωμαίοις προσεχώρησεν. ὅπως οἶ Ῥωμαῖοι τὸν Τάραντα ἔλαβον. ὅτι οὐκ ἠδυνήθη ὁ Ἀννίβας ἀπατῆσαι τὸν Φάβιον. ὅπως ὁ Σκιπίων τὴν ἐν Ἰβηρίᾳ Καρχηδονίαν 1) εἶλε καὶ ὅπως τὸν θόρυβον κατέπαυσε τῶν στρατιωτῶν καὶ τοὺς Κελτίβηρας ὑπηγάγετο. ὅπως τὸν Ἀσδρούβαν ὁ Σκιπίων ἐνίκησε καὶ οἷος ἦν 2) τοὺς τρόπους. ὅπως ὁ Σκιπίων τοὺς ἐναντίους μετεχειρίσατο καὶ ἐνίκησεν.