# Argumenta 9.24-28

Joannes Zonaras, Argumenta, 9.24 to 9.28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/argumenta/9.24

Ὅτι καὶ τὸν Γέντιον οἱ Ῥωμαῖοι ἐνίκησαν. ὅτι οἱ Ῥωμαῖοι μαθόντες τὴν τοῦ Παύλου νίκην ἔχαιρον, καὶ ὁ Παῦλος λαμπρῶς ἐθριάμβευσεν , ὅτε καἰ δύο 1) υἱοὶ αὐτοῦ ἐτελεύτησαν. ὅπου ὁ Περσεὺς ἐφρουρεῖτο καὶ διεχειρίσατο ἑ. περὶ Ῥοδίων καὶ Κρητῶν καὶ Προυσίου καὶ Εὐμένους. 2) περὶ τῶν παίδων Ἀριαράθου τοῦ Καππαδοκῶν βασιλέως. Περὶ Ἀντιόχου τοῦ υἱοῦ Ἀντιόχου καὶ Δημητρίου τοῦ υἱοῦ Σελεύκου. ὅτι ἐπὶ Δαλμάτας οἶ Ῥωμαῖοι ἐστράτευσαν καὶ τούτους ὑπέταξαν. Ὁ τρίτος Ῥωμαίοις πρὸς τοὺς Καρχηδονίους πόλεμος, ὅτε τέλεον αὐτοὺς ἐξηνδραποδίσαντο καὶ τὴν Καρχηδόνα κατέσκαψαν. ὅτι πόλεμον κατὰ Καρχηδονίων τῶν Ῥωμαίων ψηφισαμένων ἐκεῖνοι ὑπήκοοι αὐτοῖς εἶναι ἐπλάττοντο καὶ ὁμήρους ἔδωκαν. ὅτι ἔλυσαν οἱ Ῥωμαῖοι τὴν πολιορκίαν. Περὶ Σκιπίωνος οἶος ἦν. ὅπως ὁ Σκιπίων οἰκονομῆσαι καταλειφθεὶς παρὰ1) τοῦ Μασινίσσου τελευτῶντος τὰ τῆς βασιλείας αὐτοῦ τοῖς ἐκείνου παισὶ τὰ πράγματα προσεκλήρωσεν. ὅτι ὁ Φαμέας 2) πρὸ῾Ρωμαίους ηὐτομόλησεν. περὶ Προυσίου τοῦ Βιθυνῶν βασιλέως καὶ Νικομήδου τοῦ υἱοῦ αὐτοῦ. Περὶ Ἀνδρίσκου, ὃς ἐπλάσατο τοῦ Περσέως εἶναι υἱός, καὶ διάδημα περιθέμενος τὴν Μακεδονίαν κατέσχε καὶ τῆς Θεσσαλίας πολλὰ καὶ τοὺς ῾Ρωμαίους ἥττησε προσβαλόντας αὐτῷ. ὅτι ὁ Ἀνδρίσκος ὑπὸ Μετέλλου ἡττηθεὶς προεδόθη ὑπὸ Βύζου καὶ ἐκολάσθη, καὶ περὶ Ἀλεξάνδρου υἱὸν ἑαυτὸν τοῦ Πέρσεως λέγοντος.

---

Joannes Zonaras, Argumenta, ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg011.local001/.
