# Epitome historiarum (lib. 1‑18) 1.ΑΡΧΗ ΤΟΥ ΠΡΩΤΟΥ ΒΙΒΛΙΟΥ ΑΡΧΟΜΕΝΟΥ ΑΠ᾿ ΑΡΧΗΣ ΤΗΣ ΚΟΣΜΟΠΟΙΙΑΣ..1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/1.%CE%91%CE%A1%CE%A7%CE%97%20%CE%A4%CE%9F%CE%A5%20%CE%A0%CE%A1%CE%A9%CE%A4%CE%9F%CE%A5%20%CE%92%CE%99%CE%92%CE%9B%CE%99%CE%9F%CE%A5%20%CE%91%CE%A1%CE%A7%CE%9F%CE%9C%CE%95%CE%9D%CE%9F%CE%A5%20%CE%91%CE%A0%E1%BE%BF%20%CE%91%CE%A1%CE%A7%CE%97%CE%A3%20%CE%A4%CE%97%CE%A3%20%CE%9A%CE%9F%CE%A3%CE%9C%CE%9F%CE%A0%CE%9F%CE%99%CE%99%CE%91%CE%A3..1

Θεός ἐστι μὲν ἀνενδεὴς φύσις, αὐτὴ ἑαυτῇ αὐτάρκης εἰς δόξαν καὶ εἶς κατάληψιν, οὔτε τῆς παρ’ ἑτέρων δεομένη δόξης οὔθ’ ἑτέρῳ καταληπτή, εἰ μή τις φαίη καταληπτὸν εἶναι τὸ ἄπειρον αὐτῆς καὶ τὸ ἀκατάληπτον. θεὸν δὲ λέγων πατέρα φημὶ καὶ υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον, ἃ ἡ θεότης κατὰ τὸν μέγαν πατέρα τὸν θεόλογον Γρηγόριον. οὕτω δ᾿ ἔχον τὸ θεῖον πρῶτον μὲν τὰς ἀγγελικὰς οὐσιοῖ δυνάμεις καὶ οὐρανίους λειτουργούς τε καὶ ὑμνῳδοὺς τῆς ἄνω λαμπρότητος, οὐχ ὡς τούτων δεόμενον, ἀλλ’ ἵνα μὴ τῇ ἑαυτοῦ μόνον θεωρίᾳ κινοῖτο, χεθῇ δὲ καὶ ὁδεύσῃ τὸ ἀγαθόν, καὶ ἡ εὐεργεσία χωρήσῃ πρὸς πλείονας· τοῦτο γὰρ τῆς ἄκρας ἦν ἀγαθότητος· εἶτα καὶ τόνδε τὸν κόσμον ὑφίστησι τὸν ὑλικὸν καὶ ὀρόμενον. καὶ ἐν ἀρχῇ μὲν ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν. τῆς γῆς δὲ ἀορασίᾳ καλυπτομένης, ἐπεὶ καὶ σκότος ἣν καὶ ὕδωρ αὐτὴ ἐπεπόλαζε, τὸ φῶς παρήγαγεν ὁ θεός. καὶ διεχώρισε τὸ φῶς καὶ τὸ σκότος, καὶ τὸ μὲν φῶς ἡμέραν ἐκάλεσε, τὸ δὲ σκότος νύκτα ὠνόμασεν· οὗ τῇ ἀρχῇ ἑσπέραν, πρωὶ δὲ τῇ πρώτῃ φαύσει τῆς ἡμέρας ὄνομα ἔθετο. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωὶ ἡμέρα μία. Οἶδα μὲν οὖν ἐν τῇ Λεπτῇ Γενέσει γεγραμμένον ὡς ἐν τῇ πρώτῃ ἡμέρᾳ καὶ αἱ οὐράνιοι δυνάμεις πρὸ τῶν ἄλλων ὑπέστησαν παρὰ τοῦ τῶν ὅλων δημιουργοῦ, ἀλλ᾿ ὅτι μὴ ταῖς παρὰ τῶν θείων πατέρων ἐγκεκριμέναις βίβλοις τῆς Ἑβραϊκῆς σοφίας καὶ ἡ Λεπτὴ αὕτη συνηρίθμηται Γένεσις, οὐδέν τι τῶν ἐν ἐκείνῃ γεγραμμένων λογίζομαι βέβαιον, οὐδὲ τῷ λόγῳ συντίθεμαι. Εἶτα τὸ στερέωμα ὑπεστήσατο, ἐν μέσῳ τῶν ὑδάτων διατείνας αὐτό, ὥστε τὰ μὲν ἄνω αὐτοῦ ἐναποληφθῆναι, τὰ δὲ κάτω περικεχύσθαι τῇ γῇ. στερέωμα δ᾿ ἐκλήθη ὅτι στεγανὸν τὸ σῶμα τούτου, καὶ οὐ λεπτὴν οὐδ᾿ ἀραιὰν τὴν φύσιν ἔχει κατὰ τὰ ὕδατα, ἐξ ὧν τὴν σύστασιν ἔσχηκεν· ὃ καὶ οὐρανὸς ὠνομάσθη. ταῦτα ἐν τῇ δευτέρᾳ ἡμέρᾳ ἐγένετο. ἐν δὲ τῇ τρίτῃ τὸ ὕδωρ τὸ τῆς γῆς ἅπαν καλύπτον πρόσωπον ἐκέλευσεν ὁ θεὸς συναχθῆναι, καὶ ὀφθῆναι τὴν ξηράν. καὶ ὁ λόγος ἔργον ἐγένετο καὶ κοιλότητες βαθεῖαι γενόμεναι τὰ ὕδατα εἰσεδέξαντο. καὶ τὴν μὲν γῆν ξηρὰν κατωνόμασε, θαλάσσας δὲ τὰ τῶν ὑδάτων συστήματα. κατὰ ταύτην δὲ τὴν ἡμέραν φυτά τε γῆθεν ἀνε- δόθη καὶ σπέρματα. ἔδει γὰρ ἄκοσμον οὖσαν τὴν γῆν κοσμηθῆναι ταῖς πόαις καὶ τοῖς μυρίοις βλαστήμασι καὶ τοῖς ἄνθεσι καὶ τοῖς παντοίοις καρποῖς καὶ τῶν δένδρων ταῖς χάρισιν. ἡ δὲ τετάρτη ἡμέρα τὴν τῶν φωστήρων ἔσχηκε γένεσιν, ἡλίου τε καὶ σελήνης καὶ τῶν λοιπῶν ἀστέρων. καὶ τούτοις τὸν οὐρανὸν ὁ δημιουργὸς κατηγλάϊσε, καὶ τὸ κατὰ τὴν πρώτην ἡμέραν παραχθὲν φῶς τοῖς φωστῆρσι τούτοις ἐνέθετο, κινήσεις αὐτοῖς ἐπιτολάς τε καὶ δρόμους καὶ καταδύσεις δια- ταξάμενος, ἵνα τε φωτίζοιτο δι’ αὐτόν τὸ περίγειον καὶ ὁ χρόνος ἀπαριθμοῖτο ταῖς τούτων ἀνατολαῖς καὶ ταῖς δύσεσι, καὶ σημεῖα παρέχοιντο δι’ αὐτῶν τοῖς εὐθύτατα ταῖς αὐτῶν προσέχουσι φαύσεσι καὶ μὴ περιεργότερον καταστοχαζομένοις αὐτόν, ἢ ὡς ἂν εἴποι τις ἀκριβούμενος τὸν λόγον, ἀβέλτερον καὶ τῇ κινήσει τῶν οὐρανίων ἅπαντα δοξάζουσι συμπεριφέρεσθαι τὰ ἡμέτερα. τῇ πέμπτῃ δ’ αὖθις τόν ἡμερῶν θεοῦ κελεύσαντος ἀνῆκε τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινά· ὣν τὰ μὲν ἐμφιλοχωροῦσι τοῖς ὕδασι καὶ τούτοις ἐννήχονται, τὰ πετεινὰ δὲ τὸν ἀέρα τέμνουσιν ἕρποντα ὥσπερ διὰ τούτου μετάρσια. κατὰ δέ γε τὴν ἕκτην ψυχὴν ζῶσαν, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία ἐξαγαγεῖν ἡ γῆ προσετέτακτο, καὶ κατὰ τὸ θεῖον ἐξῆκτο σύμπαντα πρόσταγμα. ψυχῆς δὲ ζώσης ἐξαγωγὴν ἡ γραφὴ περιέχει ποιήσασθαι κελευσθῆναι τὴν γῆν, ἕν οὕτω τῆς τοῦ ἀνθρώπου ψυχῆς ἐμφήνῃ πρὸς αὐτὴν τὸ διάφορον. ἡ μὲν γὰρ τῶν ἄλλων ζῴων γῆθεν ἐξέφυ κατὰ τὸ κέλευσμα, καὶ γεηρὰ οὔσα εἰκότως ἂν λογίζοιτο καὶ φθαρτή, ἐπεὶ καὶ ἀλλαχοῦ φησιν ἡ γραφή “ψυχὴ παντὸς κτήνους τὸ

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
