# Epitome historiarum (lib. 1‑18) 1.12.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/1.12.1

Αἰγύπτιοι δὲ ἀκμάζοντας τοὺς Ἰσραηλίτας ὁρῶντες καὶ τοῦ Ἰωσὴφ ἐπιλελησμένοι, ταλαιπωρίας ποικίλας κατ’ αὐτῶν ἐπενόουν. τόν τε γὰρ ποταμὸν εἰς διώρυχας πλείστας κατατεμεῖν αὐτοῖς ἐπέταξαν, καὶ οἰκοδομήσαι τείχη ταῖς πόλεσι καὶ χώματα ἀνεγεῖραι, ἵνα δι’ αὐτῶν ὁ ποταμὸς λιμνάζειν ἀπείργοιτο, καὶ ἀνιστᾶν πυραμίδας, καὶ τούτοις τοὺς Ἑβραίους ἐξέχρόνον χρόνον μὲν οὖν συχνὸν ἐπ’ αὐταῖς διήνυσαν ταῖς κακώσεσιν. εἶτα τῶν ἱερογραμματέων τις ἀγγέλλει τῷ Φαραὼ τεχθήσεσθαί τινα κατ’ ἐκεῖνον τὸν καιρὸν τοῖς Ἰσραηλίταις, ὃς τραφεὶς ταπεινώσει μὲν τοὺς Αἰγυπτίους, αὐξήσει δὲ τοὺς ὁμογενεῖς. δείσας οὖν Φαραὼ κελεύει πᾶν ἄρσεν γεννώμενον τοῖς Ἐβραίοις ῥιπτοῦντας εἰς τὸν ποταμὸν διαφθείρειν, τοὺς δὲ μὴ οὕτω ποιοῦντας τῶν παίδων τοκεῖς παγγενῆ ἀναιρεῖσθαι, καὶ τοὺς τοκετοὺς δὲ τῶν Ἑβραίων γυναικῶν τὰς Αἰγυπτίας μαίας παραφυλάττειν. Καὶ οἱ μὲν ἦσαν ἐν τούτοις· ἀνὴρ δέ τις τῶν εὖ γεγονότων πρὸς ταῦτα διέκειτο χαλεπῶς, ἐκυοφόρει γὰρ αὐτῷ ἡ γυνή, καὶ ἐδέετο τοῦ θεοῦ· μὴ ἀπογινώσκειν δὲ καθ’ ὕπνους προσέταξεν αὐτῷ ὁ θεός. ‘ὅ τε γὰρ παῖς, ὃν ὑφορῶνται Αἰγύπτιοι, σός ἔλεγεν ‘‘ἔσται, καὶ σωθήσεται καὶ τραφήσεται λαθὼν τοὺς ἐπιβουλεύοντας, καὶ λύσει μὲν τῆς παρ’ Αἰγυπτίοις δουλείας τοὺς ὁμοφύλους, μνήμης δὲ αἰωνίου τεύξεται. ὁ δὲ ἀδελφὸς αὐτοῦ ἱεράσεταί μοι σὺν τοῖς ἐκγόνοις διὰ παντός.” τίκτει τοίνυν αὐτῷ ἡ γυνὴ παιδίον ἄρρεν λαθοῦσα τοὺς φύλακας, καὶ τρέφεται παρά τῶν τεκόντων τὸ βρέφος ἐπὶ μῆνας τρεῖς. δεδοικότες δὲ ἐπὶ τῷ θεῷ τὴν ἑαυτοῦ σωτηρίαν πεποίηνται, καὶ πλέγμα τι μηχανησάμενοι ἀσφάλτῳ τε περιχρίσαντες ἐντιθέασι τὸ βρέφος καὶ ἀφιᾶσι κατὰ τοῦ ποταμοῦ. ἡ δὲ τοῦ παιδὸς ἀδελφὴ Μαριάμμη παρετήρει τὸ γενησόμενον. παίζουσα δὲ παρὰ ταῖς ὄχθαις τοῦ ποταμοῦ Θέρμουθις ἡ θυγάτηρ Φαραὼ ὁρᾷ τὸ πλέγμα καὶ στείλασα κομίζεται τοῦτο. ἰδοῦσα δὲ τὸ παιδίον ἠγάπησε τοῦτο καὶ διὰ κάλλος καὶ διὰ μέγεθος. καὶ παράγονται γυναῖκες Αἰγύπτιαι θηλάσουσαι αὐτό· τό δὲ θηλὴν αὐτῶν οὐ προσίετο. ἡ δὲ Μαριάμμη ὡς τάχα παρατυγχάνουσα “βασίλισσα” εἶπεν, “εἰ Ἑβραΐς κληθείη γυνή, ἴσως προσήσεται τὸ βρέφος ὁμογενοῦς.” ἡ δέ “κάλεσον” ἔφη. καὶ παρήγαγε τὴν μητέρα, καὶ ἡ Θέρμουθις τὴν τοῦ παιδὸς τροφὴν ἔμμισθον αὐτῇ ἀνατίθησι, καὶ ἐκ τοῦ συμβεβηκότος ὀνομάζει αὐτό. τό γὰρ ὕδωρ μῶς καλοῦσιν Αἰγύπτιοι, ὑσῆς δὲ τοὺς σωθέντας ἐξ ὕδατος· ἄμφω γοῦν συνθεῖσα τὰ ῥήματα εἰς κλῆσιν αὐτοῖς τοῦ βρέφους ἐχρήσατο. ἦν δ᾿ ἐξ Ἀβραὰμ ἕβδομος Μωυσῆς· Ἀμαρὰμ μὲν γὰρ αὐτὸς ἦν παῖς, Καὰθ δὲ τῷ Ἀμαρὰμ ὁ πατήρ, ὁ δὲ τοῦ Λευὶ, καὶ τοῦ Ἰακὼβ ὁ Λευί, Ἰακὼβ δὲ ἐτέχθη τῷ Ἰσαάκ, Ἰσαὰκ δ᾿ ἐξέφυ τῷ Ἀβραάμ. τριετεῖ δὲ τῷ παιδὶ γεγονότι καὶ τὸ τῆς ἡλικίας ἀνάστημα καὶ τὸ τῆς μορφῆς ἀστεῖον ἐκ θειοτέρας ἐπέπρεπε χάριτος, ἡ δὲ σύνεσις πολὺ κρείττων τῆς ἡλικίας ἐφύετο. ἡ Θέρμουθις οὖν γνησίας ἀμοιροῦσα γονῆς υἱοθετεῖται αὐτὸν καὶ κομίζει πρὸς τὸν πατέρα, ὁ δὲ τὸν παῖδα προστερνισάμενος ἐπιτίθησιν αὐτῷ κατὰ φιλοφρόνησιν τὸ διάδημα. καὶ ὁ παῖς αὐτὸ κατὰ νηπιότητα δῆθεν ῥιπτεῖ κατὰ γῆς καὶ ἐπέβαινε τοῖς ποσίν. ὅπερ ὁ ἱερογραμματεὺς θεασάμενος, ὃς ἐκ τῶν Ἑβραίων γενέσθαι τινὰ τὸν τὴν Αἰγυπτίων ἀρχὴν ταπεινώσοντα προεῖπεν, ἀνακραγών “οὗτος” εἶπεν “ἐκεῖνος ὁ παῖς, ὃν ἀνελὼν τοῖς Αἰγυπτίοις τὸ δέος περίελε,” ἔφθη δ᾿ αὐτὸν ἡ Θέρμουθις ἐξαρπάσασα, καὶ τὸν Φαραὼ δὲ νωθρὸν πρὸς τὸν φόνον διέθηκεν ὁ θεός. Παρελθὼν δὲ εἰς ἡλικίαν ὁ Μωυσῆς ἐκ τοιαύτης λαβῆς οἷος τὴν ἀρετὴν ἦν φανερὸς τοῖς Αἰγυπτίοις ἐγένετο. πρόσοικοι ὄντες τῇ Αἰγύπτῳ Αἰθίοπες ἐσίνοντο τὴν χώραν αὐτῶν, οἱ δ᾿ Αἰγύπτιοι στρατεύουσιν ἐπ᾿ αὐτούς· καὶ ἡττήθησαν, Αἰθίοπες δὲ καταφρονήσαντες αὐτῶν τὴν ἅπασαν κατέτρυχον Αἴγυπτον. κατὰ δὲ θεῖον χρησμὸν αἰτεῖ τὴν θυγατέρα τὸν Μωυσῆν Φαραὼ ἤδη ἀνδρωθέντα, κατὰ τῶν Αἰθιόπων στρατηγὸν αὐτῷ γενησόμενον. ἡ δὲ δίδωσιν, ὁρκώσασα τὸν πατέρα μηδὲν αὐτὸν διαθεῖναι κακόν. Μωυσῆς δὲ τὸν πόλεμον πιστευθεὶς οὐ διὰ συνήθους ὁδοῦ ἄγει ἐπὶ τοὺς πολεμίους τὴν στρα- τιάν, ἀλλὰ δι᾿ ἀστιβήτου ἐκ πλήθους ἑρπετῶν ἰοβό- λῶν· ἔνθα καὶ τὴν σύνεσιν αὐτοῦ ἐπεδείξατο. πλέγματα γὰρ ποιήσας καὶ ταῦτα πληρώσας ἴβεων, πολλὰς δὲ ταύτας τρέφει καὶ χειροήθεις ἡ Αἴγυπτος, κατὰ τὴν ὁδὸν ἐκείνην ἐκόμιζεν· αἶ δὲ ἴβεις τοῖς ἰοβόλοις τούτοις πολέμιοι· καὶ ταύταις προηγουμέναις τῆς στρατιᾶς προμάχοις κατὰ τῶν ἰοβόλων ἐχρήσατο. καὶ μηδὲν προγνοῦσιν ἔπεισι τοῖς Αἰθίοψι, καὶ τούτους νικᾷ καὶ πόλεις αὐτῶν αἱρεῖ οὐκ ὀλίγας. οἱ δὲ συνελαθέντες εἰς Σαβᾶν πόλιν βασίλειον οὖσαν Αἰθιοπίας, ἣν ὕστερον Καμβύσης Μερόην ὠνόμασε διὰ τὴν ὁμώνυμον ἀδελφήν, ἐπολιορκοῦντο· ἦν δὲ ἡ πόλις δυσπολιόρκητος. Θάρβις δὲ τοῦ Αἰθιόπων κρατοῦντος θυγάτηρ εἰς ἔρωτα ὤλισθε Μωυσέως καὶ διαπέμπεται πρὸς αὐτὸν περὶ γάμου, ὁ δὲ κατένευεν, εἰ παραδοίη τὴν πόλιν αὐτῷ. φθάνει τὸ ἔργον τοὺς λόγους, καὶ Μωυσῆς ἐτέλει τοὺς γάμους, καὶ τοὺς Αἰγυπτίους ἀπήγαγεν εἰς τὴν ἑαυτῶν. οἱ δ᾿ ἐμίσουν αὐτὸν καὶ σωζόμενοι, καὶ ἠρέθιζον τόν Φαραὼ κατ’ αὐτοῦ. ὁ δὲ καὶ τοῖς ἱερογραμματεῦσι πειθόμενος καὶ διὰ τὸν φόνον τοῦ Αἰγυπτίου τοῦ τὸν Ἑβραῖον μαστίζοντος, ὡς τῇ βίβλῳ περιείληπται τῆς Γενέσεως, εἰ καὶ τοῦτο παρέδραμεν ὁ Ἰώσηπος, ἐπέθετο τῇ ἀναιρέσει τοῦ Μωυσέως. ὁ δὲ καὶ τῶν ὁδῶν φυλαττομένων λαθὼν ὑπέξεισι διὰ τῆς ἐρήμου, καὶ εἰς πόλιν ἄπεισι Μαδιάμ, καὶ ξενίζεται παρὰ τῷ τῆς πόλεως ἱερεῖ, ὃς καὶ διώνυμος ὢν Ῥαγουὴλ ἐκαλεῖτο καὶ Ἰοθόρ. ὁ δὲ τὴν θυγατέρα αὐτοῦ Σεπφώραν τῷ Μωυσῇ πρὸς γάμον ἐκδίδωσιν καὶ ποιμένα ποιεῖται τῶν ἑαυτοῦ θρεμμάτων.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
