# Epitome historiarum (lib. 1‑18) 1.19.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/1.19.1

Αἱ φυλαὶ δὲ Γάδ τε καὶ Ῥουβὶμ καὶ τῆς τοῦ Μανασσῆ ἡ ἡμίσεια ἐδέοντο Μωυσέως τὴν τῶν Ἀμορραίων γῆν προσκληρῶσαι αὐτοῖς. ὁ δὲ δειλοὺς αὐτοὺς ἀπεκάλει καὶ μὴ θέλοντας τῆς πρὸς Χαναναίους μάχης κοινωνήσαι τοῖς ὁμοφύλοις. ἀπελογοῦντο δ’ ἐκεῖνοι μὴ τοῦτο εἶναι, ἀλλὰ πλήθει βοσκημάτων εὐθηνουμένους βούλεσθαι ταῦτα παρὰ τῇ χώρᾳ καταλιπεῖν, ἀγαθῇ τυγχανούσῃ πρὸς τετραπόδων τροφήν, ἴν εἶεν αὐτοὶ πρὸς τοὺς ἀγῶνας τοῖς ὁμογενέσι συναπαίροντες εὔζωνοι. ἐπῄνεσε ταῦτα Μωυσῆς καὶ τὴν Ἀμορῖτιν αὐτοῖς προσεκλήρωσεν ἐπὶ τοιαύταις συνθήκαις. Τεθνηκότος δέ τινος ἐκ τῆς τοῦ Μανασσῆ φυλῆς ἐπὶ θυγατράσι μόναις, ἐρωτηθεὶς Μωυσῆς τίνος ὁ ἐκείνου κλῆρος ἔσοιτο, ἀπεκρίνατο “εἰ μέν τισι τῶν φυλετῶν συνοικήσουσιν αἶ παρθένοι, μετὰ τοῦ κλήρου πρὸς ἐκείνους χωρείτωσαν· εἰ δὲ μνηστεύοιντό τισιν ἐξ ἑτέρας φυλῆς, τὸν κλῆρον ἐάτωσαν ἐν τῇ πατρῴᾳ φυλῇ, καὶ οὕτω μένειν ἑκάστου κλῆρον ἐν ταῖς φυλαῖς διετάξατο. Ἤδη δὲ τεσσαράκοντα διεληλυθότων ἐτῶν ἐξότου οἱ Ἰσραηλῖται τῆς Αἰγύπτου ἐξεληλύθασι, τριάκοντα ἐνδεουσῶν ἡμερῶν, ἀθροίσας τὸν λαὸν Μωυσῆς ἐκατὸν εἴκοσιν ἐνιαυτῶν γεγονὼς τὸ οἰκεῖον αὐτοῖς κατήγγειλε τέλος. καὶ πολλὰ παραινέσας, καὶ νόμους ἐν βίβλοις δοὺς καὶ τῆς σφετέρας πολιτείας διάταξιν, καὶ στρατεῦσαι κατὰ τῶν Ἀμαληκιτῶν ἐντειλάμενος, περὶ τῆς φυλακῆς τε τῶν νόμων ὅρκον ἀπαιτήσας αὐτούς, καὶ τὸν δημαγωγὸν Ἰησοῦν παραθήξας ἐπὶ τοὺς Χαναναίους στρατεῦσαι, ‘‘ἰδού” φησίν, ‘‘πρὸς τοὺς ἡμετέρους ἄπειμι προγόνους· τήνδε μοι γὰρ τὴν ἡμέραν τῆς πρὸς ἐκείνους ἀφίξεως ἔδειξεν ὁ θεός. τὸ δὲ πλῆθος ἐδάκρυε, καὶ ἦν ὁ θρῆνος αὐτῶν ἀπαράκλητος καὶ τοσοῦτος ὡς χαἰ αὐτὸν Μωυσῆν ἐκνικηθῆναι τῷ πάθει καὶ προενεγκεῖν δάκρυα. πορευομένῳ δ᾿ ὅπου ἔμελλεν ἀφανὴς ἔσεσθαι εἵποντο πάντες κοπτόμενοι. ὁ δὲ τοὺς μὲν πόρρω τῇ χειρὶ κατασείων μένειν ἐκέλευε, μόνη δ’ ἡ γερουσία προἐπεμπεν αὐτὸν καὶ ὁ ἀρχιερεὺς Ἐλεάξαρ καὶ ὁ στρατηγὸς Ἰησοῦς, ἕως ἐπὶ τὸ ὄρος ἦλθε Ναβαῦ, ἐπὶ κορυφὴν Φασγά, ἥ ἐστι κατὰ πρόσωπον Ἱεριχώ· ὅθεν ἔδειξεν αὐτῷ ὁ κύριος τὴν γῆν, ἣν ἕμελλον κληρονομῆσαι οἱ υἱοὶ Ἰσραήλ, εἰπὼν αὐτῷ “ἴδε ταύτην τοῖς ὀφθαλμοῖς σου, εἰς αὐτὴν δ’ οὐκ εἰσελεύσῃ.’ ἐπὶ δὲ τὸ ὄρος τοῦτο ἐλθὼν ὑψηλὸν τυγχάνον, τὴν μὲν γερουσίαν ἀπέπεμψε, τὸν δ’ Ἐλεάζαρ καὶ Ἰησοῦν καὶ προσομιλῶν αὐτοῖς νέφους ἀθρόον περιλαβόντος αὐτὸν ἐγένετο ἀφανής. γεγράφασι δ᾿ αὐτὸν ἐν ταῖς ἱεραῖς βίβλοις τεθνεῶτα, ἔνα μὴ δι’ ὑπερβολὴν τῆς περὶ αὐτὸν ἀρετῆς τολμήσωσί τινες εἰπεῖν ὡς ἀποτεθέωται. ἐβίωσε δὲ τὴν ὅλην ζωὴν ἐνιαυτοὺς ἑκατὸν εἴκοσιν, ὧν ἦρξε τὸ τρίτον μέρος λείποντος ἑνὸς μηνός. καὶ ἐπένθησαν αὐτὸν ἐπὶ ἡμέραις τριάκοντα. ταῦτα μέν φησιν Ἰώσηπος, ἡ δὲ τοῦ Δευτερονομίου βίβλος πρὸς τῷ τέλει οὕτω περιέχει πρὸς ῥῆμα “καὶ ἐτελεύτησε Μωυσῆς οἰκέτης κυρίου, καὶ οὐκ οἶδεν οὐδεὶς τὴν τελευτὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης.” Ἤδη δὲ τοῦ πένθους λελωφηκότος πέμπει κατασκόπους εἰς Ἱεριχοῦντα ὁ Ἰησοῦς, μετακαλεσάμενος δὲ τοὺς φυλάρχους τῆς τοῦ Ῥουβὶμ φυλῆς καὶ τῆς Γὰδ καὶ τῆς Μανασσῆ, ὑπεμίμνησκεν αὐτοὺς τῶν πρὸς τὸν Μωυσῆν συνθηκῶν. τῶν δὲ ἑπομένων πεντακισμυρίοις ὁπλίταις ἐπὶ τὸν Ἰορδάνην προσῄει. οἱ δὲ πεμφθέντες κατάσκοποι εἰς Ἰεριχοῦντα παραγενόμενοι τὴν πόλιν ἅπασαν κατενόησαν, γνωσθέντες δὲ τῷ βασιλεῖ τῆς χώρας μηνύονται· ὁ δ’ εὐθὺς αὐτούς συλληφθῆναι ἐκέλευσεν. ὡς δ’ ἔγνω τὴν ἔφοδον τῶν ζητούντων τοὺς ἄνδρας ἡ γυνὴ παρ’ ἧ̣ προσπεφεύγασι, Ῥαὰβ καλουμένη, τοὺς μὲν κατ’ ἔκρυψε λίνου αὐτοῖς ἀγκαλίδας ἐπιθεμένη, τοῖς δὲ ζητοῦσιν ἔλεγεν ὡς οἱ ἀγνῶτες ἄνδρες ἐκεῖνοι πρὶν δῦναι τὸν ἥλιον παρ’ αὐτῇ δειπνήσαντες ἀπηλλάγησαν. οἱ δ’ οὕτως αὐτοὺς ὑπελθούσης τῆς γυναικὸς ὥρμησαν ἄλλος ἀλλαχοῦ τοὺς ἄνδρας διώκοντες. ἡ δὲ Ῥαὰβ χωρεῖν ἐκέλευσεν ἐπὶ τὰ οἰκεῖα τοὺς ἄνδρας καὶ μεμνῆσθαι αὐτῆς καὶ ἀμοιβὴν ἐκτῖσαι τῆς Χαναναίων χώρας ἐπικρατήσαντας. οἱ δὲ καὶ χάριν ἔχειν ὡμολόγουν, καὶ ἡνίκα ἂν ἡ πόλις ἁλίσκηται, τὴν κτῆσίν τε καὶ τοὺς οἰκείους εἰς τὸ καταγώγιον ἐγκαθεῖρξαι αὐτῇ ἐνετέλλοντο, καὶ ἀπαιωρῆσαι δὲ φοινικίδα πρὸ τῶν θυρῶν, ἔν εἴη γνώριμος ἡ οἰκία καὶ διαφυλαχθῇ. καὶ οἶ μὲν πρὸς τοὺς οἰκείους ἐσώθησαν καὶ ἃ ἔπραξαν ἐδήλουν. τοῦ Ἰορδάνου δὲ πολλοῦ ῥέοντος, οὕτω τοὺς Ἑβραίους ὁ Ἰησοῦς ἐπ’ αὐτοῦ διεβίβαζε. προῄεσαν μὲν οἱ ἱερεῖς τὴν κιβωτὸν αἴροντες, εἶτα οἱ Λευῖται κομίζοντες τὴν σκηνήν, εἴποντο δὲ τούτοις ὁ λαός. ὡς δὲ τοῖς ἱερεῦσι πρώτοις ἐμβάσιν ἀνεκόπη τὸ ῥεῦμα τοῦ ποταμοῦ, πάντες θαρρούντως ἐπεραιοῦντο. ἔστησαν δ’ ἐν μέσῳ οἱ ἱερεῖς ἕως οὗ διαβαίη τὸ πλῆθος· εἶτα κἀκεῖνοι ἐξῄεσαν ἐλεύθερον ἀφέντες τὸ ῥεῦμα χωρεῖν. καὶ πρὸ δέκα σταδίων τῆς Ἱεριχοῦντος

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
