# Epitome historiarum (lib. 1‑18) 1.2.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/1.2.1

αἷμα αὐτοῦ,” τὸ δ’ αἷμα πάντως φθειρόμενον· τὴν δὲ τοῦ ἀνθρώπου ψυχὴν οὐχ ἡ γῆ ἀνῆκεν, ἀλλὰ τὸ θεῖον αὐτὴν τῷ Ἀδὰμ ἐνῆκεν ἐμφύσημα· διὸ καὶ χρῆμά τι θεῖον εἶναι πιστεύεται καὶ ἀθάνατον. Ἡ δ’ ἕκτη τῶν ἡμερῶν καὶ τὸν ἄνθρωπον ἔσχηκε χειρὶ διαπεπλασμένον θεοῦ. προυποστήσας γὰρ ὁ ἀριστοτέχνης τὰ σύμπαντα, καὶ παραγαγὼν τὸν κόσμον ἐν τάξει τε καὶ ῥυθμῷ, διὸ καὶ κόσμος ὠνόμα- ’σται, καὶ ὡς ἐν ὑποδοχῇ βασιλέως ὥσπερ βασέλεια προετοιμάσας, αὐτὸν οὕτω παράγει τὸν ἄνθρωπον οἶά τινα βασιλέα τῶν ἐπὶ γῆς βασιλευόμενον ἄνωθεν, οὐ προστάγματι καὶ τοῦτον ὑποστησάμενος, ἀλλὰ χερσὶν αὐτὸν διαπλάσας, καὶ δημιουργίαν αὐτοῦ οὐχ ὁμοίαν τοῖς ἄλλοις πεποιηκώς, παρηλλαγμένην δὲ καὶ ἀσύγκριτον. τἄλλα μὲν γὰρ πάντα παρήχθησαν ῥήματι, ὁ δὲ καὶ αὐτουργίας ἠξίωται. χοῦν γὰρ λαβὼν ἀπὸ τῆς γῆς ὁ θεός, ἡ βίβλος φησὶ τῆς Γενἐ- σεως, τὸν ἄνθρωπον ἔπλασε, καὶ ἐνεφύσησεν αὐτῷ ψυχὴν ζῶσαν, δι’ ἣν καὶ κατ’ εἰκόνα λέγεται θεοῦ γενέσθαι ὁ ἄνθρωπος. τῶν γὰρ τῇ θείᾳ φύσει οὐσιωδῶς προσόντων τινὰ ἐν τῇ τοῦ ἀνθρώπου ψυχῇ εἰκονίζονται, οὐ φύσει αὐτῇ ἐνόντα, ἀλλὰ χάριτι. φύσει μὲν γὰρ τὸ θεῖον ἀόρατον καὶ ἀθάνατον, ἀκατάληπτόν τε καὶ ἄφθαρτον· ταῦτα δὲ καὶ τῇ ψυχῇ πρόσεισι κατὰ χάριν, οὐ κατὰ φύσιν. οὔτε γὰρ ἡ φύσις ταύτης καὶ ἡ οὐσία καταληπτὴ οὔτε μὴν ὁρατή, καὶ ἄφθαρτος δ᾿ ἐστὶ καὶ ἀθάνατος. καὶ ἕτερα δὲ τῆς θείας φύσεως χαρακτηριστικὰ κατὰ χάριν παρὰ τῇ ψυχῇ τεθεώρηνται. Ἀδὰμ δὲ τὸν πλασθέντα ὠνόμασε, σημαίνει δὲ τοῦτο πυρρὸν κατὰ τὴν Ἑβραίδα διάλεκτον, ὥς φησιν Ἰώσηπος, ὅτι ἐκ πυρρᾶς γῆς διεπέπλαστο· τοιαύτη γὰρ ἡ παρθένος γῆ. οὕτω δ᾿ ἐν ἒξ ἡμέραις τὸν κόσμον παραγαγὼν ἐν τῇ ἑβδόμῃ κατέπαυσε· διὸ καὶ τοῖς Ἑβραίοις ἡ ἑβδόμη τῶν ἡμερῶν ἄπρακτος εἶναι νενόμισται, ὄθεν καὶ σάββατον κέκληται· τὸ δὲ σάββατον ἡ τῶν Ἑβραίων γλῶττα λέγει ἀνάπαυσιν. Ἔθετο δὲ τὸν Ἀδὰμ ὁ θεὸς ἐν τῷ παραδείσῳ, ὅν αὐτὸς κατεφύτευσεν, ἔνθα τὸ ξύλον ἦν τῆς ζωῆς καὶ τὸ ξύλον τῆς γνώσεως, ἢ κατὰ τὸν Ἰώσηπον τῆς φρονήσεως. καὶ ἐνετείλατο αὐτῷ τῶν μὲν λοιπῶν ἀπολαύειν, ἀπέχεσθαι δὲ τοῦ ξύλου τῆς γνώσεως, θάνατον δ᾿ εἶναι πρὸ εἶπε τὸ τῆς παραβάσεως ἐπιτίμιον. ἄρδεται δὲ ποταμῷ ὁ παράδεισος, καὶ πρόεισιν ἐκεῖθεν ὁ ποταμὸς οὗτος εἰς τέσσαρα μεριζόμενος. καὶ Φεισὼν μὲν ὄνομα τῷ ἑνί· πληθὺν δὲ τοῦτο δηλοῖ· τοῖς δ᾿ Ἕλλησι Γάγγης οὗτος ὠνόμασται, τὴν Ἰνδικὴν διιὼν καὶ ἐκδιδοὺς εἰς τὸ πέλαγος. Γηὼν δὲ καλεῖται ὁ δεύτερος· σημαίνει δὲ ἡ κλῆσις τὸν ἀπὸ τῆς ἀνατολῆς ἐκδιδόμενον, ὃν Νεῖλον Ἰώσηπος λέγει προσαγορεύειν τοὺς Ἕλληνας. ὁ δ’ ἐπὶ τούτῳ Τίγρις ἐστίν, ὃν καὶ Διγλάθ καλεῖσθαί φησιν ὁ αὐτός, καὶ τὸ μετὰ στενότητος ὀξὺ ἐμφαίνεσθαι τῷ ὀνόματι. ὁ δὲ λοιπὸς Εὐφράτης ἐστὶν ἤτοι Φορά, ἢ ἄνθος ἢ σκεδασμός. καὶ ἄμφω δὲ οὗτοι εἶς τὴν Ἐρυθρὰν εἰσβάλλουσι θάλασσαν. παρίστησι δὲ τῷ Ἀδὰμ ὁ θεὸς πάντα τὰ ζῷα· ὃς ἑκάστω γένει αὐτῶν ὄνομα τίθησι. κτίζει τε τὴν γυναῖκα ὁ θεός, μίαν τῶν πλευρῶν λαβὼν ὑπνώττοντος τοῦ Ἀδάμ, καὶ προσήγαγεν αὐτὴν αὐτῷ. ὁ δὲ ἐξ ἑαυτοῦ γενομένην ταύτην ἐγνώρισε καὶ γυναῖκα ὠνόμασε· τοῖς γὰρ Ἑβραίοις Εὔα καλεῖται ἡ γυνή, κἀκείνη Εὕα ὠνόμαστο. ἦν μὲν οὑν ἀμφοῖν ἐν τῷ παραδείσῳ μακαρία διαγωγή, γυμνοῖς οὖσι τῇ ἁπλότητι καὶ ζωῇ τῇ ἀτέχνῳ. φθονοῦνται δὲ παρὰ τοῦ ὄφεως ἢ μᾶλλον παρὰ τοῦ νοητοῦ δράκοντος. καὶ πρόσεισιν ὁ ὄφις τῇ γυναικί, καὶ συμβουλεύει γεύσασθαι τοῦ φυτοῦ τῆς φρονήσεως. ὁμοφωνεῖν δὲ τότε φησὶν Ἰώσηπος τὰ ζῷα ἅπαντα. ἡ δὲ πείθεται, καὶ ἡδυνθεῖσα τῇ βρόσει πείθει καὶ τὸν ἄνδρα τοῦ καρποῦ μετασχεῖν. καὶ ἔγνωσαν γυμνοὺς ἑαυτούς, καὶ ἐκ φύλλων συκῆς ἑαυτοῖς ἐποίησαν περιζώματα, ἐκρύπτοντό τε διὰ τὴν γύμνωσιν ἀπὸ τοῦ θεοῦ ὁ Ἀδάμ τε καὶ ἡ γυνή. καὶ ὁ θεὸς τὴν αἰτίαν ἠρώτα, καὶ ὁ Ἀδὰμ τὴν γύμνωσιν προεβάλλετο καὶ τὸ αἰτίαμα προσῆπτε τῇ γυναικί· ἡ δ’ ἐξηπατῆσθαι παρὰ τοῦ ὄφεως ἔλεγεν. ὁ δὲ θεὸς τῷ ὄφει καταρασάμενος πρότερον, ποδῶν τε αὐτὸν στερήσας καὶ τὴν φωνὴν ἀφελόμενος, κατὰ τὸν Ἰώσηπον, καὶ ἰλυσπᾶσθαι κατὰ γῆς ἐπιτάξας, καὶ πολέμιον ἀποφήνας τῷ σπέρματι τῶν ἀπατηθέντων, πρὸς τὴν γυναῖκα τρέπεται, καὶ τῷ ἀνδρὶ αὐτὴν ὑποχείριον τίθησι, καὶ ταῖς ἐν τῷ τίκτειν ὠδῖσιν ἐπιτιμᾷ. εἶτα καὶ τὸν Ἀδὰμ ὑπάγει ἐπιτιμίῳ· τὸ δ᾿ ἦν ἡ πρὸς τὴν γῆν ἐξ ἧς ἐλήφθη ἀποστροφή, καὶ τὸ ἐν ἱδρῶτι τὸν ἄρτον ἐσθίειν, καὶ τὸ τὴν γῆν ἀκάνθας καὶ τριβόλους ἀνατέλλειν αὐτῷ. καὶ μετοικίζει αὐτοὺς ἐκ τοῦ παραδείσου, δερμάτινα αὐτοῖς ἐνδύματα περιθέμενος, ἴσως τὴν παχυτέραν σάρκα καὶ θνητὴν καὶ ἀντίτυπον. ἐντεῦθεν ἡμῖν ἡ μοχθηρὰ ζωὴ καὶ ἐπώδυνος καὶ τὸ πρὸς κακίαν εὐόλισθον.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
