# Epitome historiarum (lib. 1‑18) 1.20.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/1.20.1

στρατοπεδεύονται. καὶ βωμὸν ἐκ τῶν λίθων ὁ Ἰησοῦς ἱδρυσάμενος, οὓς ἕκαστος τῶν φυλάρχων κατ’ ἐντολὴν αὐτοῦ ἐκ τοῦ βυθοῦ τοῦ Ἰορδάνου ἀνείλετο, ἔθυεν ἐπ’ αὐτοῦ καὶ τὴν ἑορτὴν τοῦ πάσχα ἑώρταζε. τότε δ᾿ αὐτοὺς καὶ τὸ μάννα ἐπιλελοίπει, χρησαμένους αὐτῷ ἐπὶ τεσσαράκοντα ἔτη· ἤδη γὰρ εὐπόρουν ἐκ τῆς χώρας πάντων ὧνπερ ἐδέοντο. τῇ δὲ πρώτῃ τῆς ἑορτῆς ἡμέρᾳ τῇ πολιορκίᾳ τῆς Ἱεριχοῦντος ὁ Ἰησοῦς ἐπεχείρησεν, οὕτω ταύτην διατιθέμενος. τὴν κιβωτὸν οἱ ἱερεῖς φέροντες περιώδευον τὸ τεῖχος, ἑπτὰ σαλπίζοντες κέρασι, καὶ ἡ γερουσία παρείπετο· εἶθ’ ὑπενόστουν εἰς τὸ στρατόπεδον. καὶ τοῦτο ἐπὶ ἕξ ἐποίουν ἡμέρας. τῇ δὲ ἑβδόμῃ τὰ αὐτὰ ποιησάντων καὶ περιελθόντων ἑπτάκις, τὸ τεῖχος κατέπεσε, καὶ ὁ λαὸς εἰσελθὼν πάντας ἔκτειναν καὶ τὴν πόλιν ἐνέπρησαν. τὴν δὲ Ῥαὰβ μόνην σὺν τοῖς οἰκείοις ἔσωσαν οἱ κατάσκοποι, φοινικίδα πρὸ τῆς οἰκίας ἀπαιωρήσασαν. καὶ Ἰησοῦς ἀγροὺς αὐτῇ ἐδωρήσατο καὶ ἦγε διὰ τιμῆς. κατὰ δὲ τῶν ἐγείρειν αὐθις βουλησομένων τὴν πόλιν ἀρὰς ἔθετο, στερηθῆναι μὲν τοῦ πρώτου παιδὸς τὸν θεμελίους βαλλόμενον, τὸν τελειώσαντα δὲ ζημιωθῆναι τὸν νεώτατον. πολὺ δὲ πλῆθος ἐκ τῆς πόλεως ἀθροίζεται ἀργύρου τε καὶ χρυσοῦ, καὶ ἅπαν ἀνετέθη τῷ θεῷ ὡς τῶν κατωρθωμένων ἐσόμενον ἀπαρχήν· ἀπείρητο γὰρ πᾶσιν ἐκ τούτου τι σφετερίσασθαι. Ἄχαρ δέ τις ἐκ τῆς Ἰούδα φυλῆς ὑφάσματι χρυσοϋφεῖ περιτυχὼν καὶ μάζῃ χρυσοῦ ἑλκούσῃ σίκλους διακοσίους, ἰδιώσατο ταῦτα κατορύξας ἐν τῇ σκηνῇ. μετὰ ταῦτα πολέμου συστάντος τρέπονται οἱ Ἑβραῖοι καὶ πίπτουσιν αὐτῶν ἄνδρες ἒξ καὶ τριάκοντα. τοῦτο σφόδρα τὸ πλῆθος ἐλύπησε. καὶ Ἰησοῦς ἐπὶ στόμα πεσὼν ἐδέετο τοῦ θεοῦ. χρηματισθεὶς δὲ κλοπὴν γενέσθαι τόν καθιερωμένων χρημάτων, κλήρῳ τὴν κρίσιν ἐπέτρεψεν. ἐπὶ δὲ τὸν Ἄχαρ τοῦ κλήρου πεσόντος ὁμολογεῖ τὴν κλοπὴν ἐκεῖνος καὶ παράγει τὰ φώρια. καὶ ὁ μὲν λίθοις ἀναιρεῖται σὺν τοῖς αὐτοῦ, Ἰησοῦς δὲ πολιορκεῖ τὴν Ναὶν καὶ ταύτην αἱρεῖ. Γαβαωνῖται δὲ καὶ οἱ ἐκείνοις περίοικοι Χαναναίοις προσήκοντες, φοβηθέντες μὴ τοῖς Ἱεριχουντίοις καὶ τοῖς περὶ Ναὶ·ν τὰ ὅμοια πείσονται, πρεσβείαυ στέλλουσι πρὸς τὸν Ἰησοῦν, πορρωτάτω λέγοντες κατοικεῖν μηδὲ κατὰ γένος κοινωνεῖν Χαναναίοις, καὶ σπονδὰς πρὸς αὐτοὺς θέσθαι ζητοῦντες τοὺς Ἰσραηλίτας καὶ συνθήκας φιλίας. Ἰησοῦς οὖν φιλίαν πρὸς αὐτοὺς ἐποιήσατο. γνοὺς δ’ ἔπειτα τούτους τοῦ γένους τῶν Χαναναίων ὄντας, τῆς ἀπάτης αὐτοῖς ἐνεκάλει. οἱ δὲ ἐξ ἀνάγκης ἔφασαν τοῦτο πράξαι, δεδιότες τὸν ὄλεθρον. καὶ Ἰησοῦς, ἴνα μὴ παραβαίη τὸν ὅρκον, δημοσίους αὐτοὺς ἀποδείκνυσιν. οὕτως Ἰώσηπος· ἡ δὲ βίβλος τοῦ Ἰησοῦ περιέχει ὅτι κατέστησαν αὐτοὺς ξυλοκόπους καὶ ὑδροφόρους πάσῃ τῇ συναγωγῇ καὶ τῷ θυσιαστηρίῳ τοῦ θεοῦ. ἐπιθεμένου δὲ τοῖς Γαβαωνίταις τοῦ βασιλέως τῶν Ἱεροσολύμων διὰ τὰς πρὸς τοὺς Ἑβραίους σπονδάς, ὁ Ἰησοὺς αὐτοῖς συμμαχεῖ καὶ τρέπεται τοὺς ἐναντίους καὶ τραπέντας ἐδίωκεν. ὅτε καὶ οὐρανόθεν χάλαζά τε τῆς συνήθους μείζων καὶ κεραυνοὶ τοῖς πολεμίοις ἐπέπεσον, καὶ ἡ ἡμέρα ηὔξητο, τὸν δρόμον τῷ ἡλίω στήσαντος τοῦ θεοῦ ἐντεύξει τοῦ Ἰησοῦ, ἵνα μὴ νυκτὸς ἐπελθούσης διαφύγωσιν οἱ πολέμιοι. καταλαμβάνονται δὲ καὶ οἱ βασιλεῖς ἔν τινι σπηλαίῳ κρυπτόμενοι, καὶ κτείνονται πάντες. Ἰησοῦς δ’ ἐπανῄει πάλιν τῆς Χαναναίας ἐπὶ τὴν ὀρεινήν, καὶ πολὺν φόνον τῶν ἐν αὐτῇ ἐργασάμενος καὶ λείαν λαβὼν εἰς τὸ ἐν Γαλγάλοις ἦλθε στρατόπεδον. ἐκλήθη δ’ ὁ τό- πος τοῦ στρατοπέδου Γάλγαλα, ὡς ἤδη ἑαυτοὺς ἐλευθέρους τῶν Αἰγυπτίων καὶ τῆς κατὰ τὴν ἔρημον ταλαιπωρίας γνόντων τῶν Ἰσραηλιτῶν· γάλγαλα γὰρ Εβραῖοι τὴν ἐλευθερίαν καλοῦσι. στρατεύουσι δ᾿ ἐπ’ αὐτοὺς οἱ περὶ Λέβανον Χαναναῖοι καὶ οἱ ἐν τοῖς πεδινοῖς, Παλαιστηνοῖς συμμαχούμενοι. ἦν δ᾿ ὁ στρατὸς ἐκείνων ὁπλιτῶν μυριάδες τριάκοντα, μύριοι δ ἱππεῖς καὶ τρισμύρια ἅρματα. νίκην δὲ τοῦ θεοῦ ἐπαγγειλαμένου καρτερὰ μάχη γίνεται, ὡς πᾶν τὸ στράτευμα τῶν ἐχθρῶν πλὴν ὀλέγων διαφθαρῆναι καὶ τοὺς βασιλεῖς δὲ πεσεῖν.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
