Ancient Greek · ~11 min
Book 1
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 1.21
Not analysed yet
Ἔτος δὲ πέμπτον ἤδη παρεληλύθει καὶ Χαναναίων οὐκέτι οὐδείς ὑπολέλειπτο. Ἰησοῦς δὲ ἱστᾷ τὴν σκηνὴν κατὰ πόλιν Σηλώμ, ἕως οἰκοδομεῖν αὐτοῖς ναὸν γένηται. συναγαγὼν δὲ τὸν λαὸν εἰς Σηλώμ, τὰς ἑαλωκυίας τε πόλεις ἀπηρίθμει καὶ ὅσαι τῶν ἐναντίων διεφθάρησαν στρατιαί, καὶ ὡς τριάκοντα πρὸς ἐνὶ βασιλεῖ αὐτῶν ἀπεκτάνθησαν. τὰς δὲ περιλειφθείσας ἔτι πόλεις πολυχρονίου δεῖσθαι πολιορκίας δι’ ὀχυρότητα ἔλεγε, καὶ ἠξίου τοὺς ἐκ τῆς περαίας τοῦ Ἰορδάνου συνεξορμήσαντας αὐτοῖς ἀπολύειν ἤδη πρός τὰ οἰκεῖα. καὶ προσκαλεσάμενος τοὺς ἐκ τῶν δύο φυλῶν καὶ τῆς ἡμισείας, πεντακισμυρίους ὄντας, πρὸς τὰς κληρουχίας αὐτῶν ἐπέτρεπεν ἀπελθεῖν. οἶ δὲ διαβάντες τὸν Ἰορδάνην βωμὸν ἐπὶ τῇ ὄχθῃ ἱδρύονται. ὃ θόρυβον καὶ τῷ πλήθει τῶν Ἰσραηλιτῶν ἐνεποίησε. πέμπουσιν οὖν ἐπ’ αὐτοὺς δέκα τῶν ἐντίμων καὶ Φινεές, αἰτιώμενοι περὶ τοῦ βωμοῦ. οἱ δὲ μὴ κατὰ νεωτερισμὸν ἀναστῆσαι τὸν βωμόν ἔλεγον, εἰς δὲ τεκμήριον τοῖς ἑξῆς τῆς πρὸς ὑμάς οἰκειότητος· ἕνα γὰρ θεὸν γινώσκειν τὸν σύμπασι τοῖς Ἑβραίοις κοινόν. ταῦτα εἰπόντων Φινεὲς καὶ οἱ σὺν αὐτῷ πρὸς τὸν Ἰησοῦν ὑπενόστησαν. Ἰησοῦς δὲ κληροδοτήσας τῷ πλήθει τὰς χώρας ἐν Σικίμοις διῆγεν. ὑπέργηρως δὲ γεγονὼς καὶ θνήσκειν ἤδη μέλλων παραίνεσιν ἐποιήσατο πρὸς τὸ πλῆ- θος, καὶ ἐτελεύτησε βιοὺς ἔτη ἑκατὸν δέκα, ὧν σὺν Μωυσεῖ διέτριψε τεσσαράκοντα, μετὰ δὲ τὴν ἐκείνου τελευτὴν στρατηγῶν πέντε καὶ εἴκοσι. θνήσκει δὲ καὶ ὁ ἀρχιερεὺς Ἐλεάζαρ, Φινεὲς τὴν ἀρχιερωσύνην τῶ υἱῶ λιπών. Μετὰ δὲ ταῦτα Χαναναῖοι ἐλπίσαντες περιγενέσθαι τοῦ τῶν Ἑβραίων γένους θανόντος Ἰησοῦ, κατ’ αὐτῶν ἐπεστράτευσαν, τῷ βασιλεῖ Ἀδωνιβεζὲκ τὴν ἡγεμονίαν πιστεύσαντες. δηλοῖ δὲ τὸ ὄνομα κύριος Βεζέκ· ἀδωνὶ γὰρ ἑβραϊστὶ κύριος λέγεται. συμμίξασαι δὲ τοῖς Χαναναίοις αἱ δύο φυλαί, ἡ τοὐ Ἰούδα καὶ ἡ τοῦ Συμεών, τρέπονται αὐτοὺς καὶ τὸν Ἀδωνιβεςὲκ αἱροῦσι καὶ ἀκρωτηριάζουσιν. εἷλον δὲ καἲ πόλεις πολλὰς καὶ τῶν Ἱεροσολύμων τὴν κάτω πόλιν, καὶ τοὺς ἐνοικοῦντας ἀπέκτειναν· τῆς δ’ ἄνω δυσχε- ῥῆς ἢν ἡ πολιορκία φύσει τε τοῦ χωρίου καὶ τειχῶν ὀχυρότητι. ἑλόντες δὲ καὶ τὴν Χεβρὼν ἅπαντας διεχειρίσαντο, καὶ ἔδωκαν αὐτὴν τῷ Χάλεβ εἰς κλῆρον, καθὼς Μωυσῆς ἐνετείλατο. καὶ τοῖς τοῦ Ἰοθὸρ ἀπογόνοις ἀγχιστεῦσιν οὖσι Μωυσέως γῆν προσεκλήρωσαν, ὅτι τὴν πατρίδα καταλιπόντες συνείποντο ἐν τῇ ἐρήμῳ τῷ τῶν Ἑβραίων λαῷ. αἱ δὲ ἐξ Ἰούδα καὶ Συμεὼν φυλαὶ μεγάλως εὐδαιμονήσασαι τὰ ὅπλα κατέθεντο. τὰ Βαίθηλα δὲ πολιορκοῦσα ἡ φυλὴ τοῦ Ἐφραῒμ οὐδὲν ἤνυε. συλλαβόντες δέ τινα τῶν τῆς πόλεως πίστεις παρέσχον αὐτῷ παραδόντι τὴν πατρίδα σώσειν καὶ αὐτὸν καὶ τοὺς συγγενεῖς. καὶ ὁ μὲν οὕτως προδοὺς σώζεται μετὰ τῶν οἰκείων, οἱ δὲ κτείναντες τοὺς οἰκοῦντας εἶχον τὴν πόλιν. Βενιαμῖται δέ, τῆς ἱεροσολύμων πόλεως λαχούσης αὐτοῖς, φόρους τοῖς κατοίκοις ἐπέθεντο, ζῆν συγχωρήσαντες παρὰ τὰς θείας διαταγάς. ὁμοίως δ’ ἐποίουν καὶ αἱ ἄλλαι φυλαί.