# Epitome historiarum (lib. 1‑18) 1.22.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/1.22.1

Ἤδη δ’ εὐθηνουμένους τοὺς ἐξ Ἰσραὴλ διέφθειρεν ἡ τρυφή, καὶ τοὺς θείους παρέβαινον νόμους καὶ πρὸς τὸ πονεῖν διέκειντο ἀηδῶς, καὶ ἡ ἀριστοκρατία ἐξέλιπε, καὶ ἡ γερουσία οὐκ ἀπεδείκνυτο. ὅθεν στάσις αὐτοὺς καταλαμβάνει δεινὴ ἐξ αἰτίας τοιαύτης. ἀνὴρ Λευίτης τὴν σύζυγον ἐπαγόμενος ἐκ Βηθλεὲμ οὖσαν οἴκαδε ἀπῄει. ἤδη δ᾿ ὀψίας οὔσης ἐπιξενοῦται παρὰ πρεσβύτῃ τινὶ ἐν Γαβαὼ πόλει φυλῆς τῆς Βενιαμίτιδος. νεανίαι δὲ Γαβαωνῖταί τινες τὸ γύνοιον θεασάμενοι ἧκον ἀπαιτοῦντες αὐτό· τοῦ δὲ πρεσβύτου μὴ διδόντος ἀποκτείνειν ἠπείλουν. ὁ δὲ τῆς ἑαυτοῦ θυγατρὸς παρεχώρει αὐτοῖς, ἵνα μή τι βίαιον ὑποσταῖεν οἱ ἐπιξενωθέντες αὐτῷ. ἁρπάσαντες δ’ ἐκεῖνοι τὸ γύναιον ἀπηλλάγησαν, καὶ δι’ ὅλης τῆς νυκτὸς ἐμφορηθέντες αὐτῆς ἀφῆκαν ἀρχομένης ἡμέρας. ἡ δὲ τῇ τε νυκτερινῇ ταλαιπωρίᾳ καὶ τῇ πρὸς τὸν ἄνδρα αἰσχύνῃ καὶ τῇ λύπῃ καταβληθεῖσα διαπεφώνηκε. καὶ ὁ ταύτης ἀνὴρ εἰς μέρη δώδεκα διελὼν τὴν θανοῦσαν διέπεμψε μέρος εἰς ἑκάστην φυλήν, τό τε πάθος διδάσκων αὐτοὺς καὶ τοὺς αἰτίους τῆς συμφορᾶς. πέμπουσιν οὑν πρὸς τὴν Γαβαὼ τοὺς παρανομήσαντας ἐξαιτούμενοι· οἱ δὲ οὐκ ἐξέδωκαν. αἱ φυλαὶ δ’ ἐπεστράτευον ἐπ’ αὐτούς, καὶ δὶς συμβαλόντες ἡττῶνται οἱ Ἰσραηλῖται. εἶτα διὰ Φινεὲς τοῦ ἀρχιερέως δέονται του θεοῦ, καὶ οὕτω συμβαλόντες τοῖς Βενιαμίταις ἐκράτησαν ὡς πάντας πλὴν ἑξακοσίων πεσεῖν, οἷ πρὸς τὰ πλησίον ὄρη κατέφυγον. οἱ δὲ Ἰσραηλῖται ἐνέπρησάν τε τὴν Γαβαὼ καὶ τὰς γυναῖκας καὶ τοὺς παῖδας διεχειρίσαντο, καὶ ἐπὶ ταῖς ἄλλαις δὲ πόλεσιν αὐτῶν δρῶσι τὰ ὅμοια. καὶ Ἰαβεὶς δὲ Γαλααδίτιδος πόλεως, ὅτι μὴ συνεμάχησεν αὐτοῖς, φονεύουσι τοὺς κατοίκους σὺν γυναιξὶ καὶ παισὶ πλὴν τετρακοσίων παρθένων, ἃς τοῖς περισωθεῖσι τῶν Βενιαμιτῶν παρέσχον, ἵνα συνεύνους σχοῖεν αὐτάς, τῆς συμφορᾶς αὐτοὺς κατοικτείραντες. ἐσκόπουν δ’ ὅπως καὶ οἶ λοιποὶ διακόσιοι γυναικῶν εὐπορήσωσιν ὅρκους γὰρ ἔθεντο πρῴην διὰ τὸ τόλμημα μηδένα δώσειν θυγατέρα πρὸς γάμον Βενιαμίτῃ. καὶ σκοποῦσιν ἔδοξεν αὐτοὺς μὲν μὴ διδόναι διὰ τὸν ὅρκον, τοῖς δὲ Βενιαμίταις ἐξεῖναι παρθένους ἁρπάζουσι συνοικίζειν ἱν ἑαυτοῖς, αὐτῶν μήτε κωλυόντων μήτε προτρεπομένων. καὶ τοῖς μὲν οὕτως ἔδοξε περὶ τούτων, οἱ δὲ Βενιαμῖται εἰς ἔργον τὰ δόξαντα ἤγαγον. Ἤδη δὲ πρὸ μακροῦ τῶν Ἰσραηλιτῶν παυσαμένων τοῦ μάχεσθαι, κατεφρόνησαν οἶ Χαναναῖοι αὐτῶν, καὶ πόλεις ἀφείλοντο ἐξ αὐτῶν. οἱ δὲ τῆς τοῦ Δὰν φυλῆς εἰς τὸ ὄρος κατέφυγον κἀκεῖθεν εἰς τὴν μεσόγειον μετῳκήκασι. τοὺς δ’ Ἰσραηλίτας μεταλα- βόντας τῶν παρὰ τοῖς Χαναναίοις ἐθῶν καὶ τῆς σφετέρας πολιτείας καταφρονήσαντας δι’ ὀργῆς τὸ θεῖον πεποίητο. στρατεύει τοίνυν ἐπ’ αὐτοὺς ὁ τῶν Ἀσσυρίων βασιλεὺς Χουσαρσαθαῒμ καὶ φόρους βαρεῖς ἐπιτάσσει αὐτοῖς, οἶς ἐπὶ ὀκτὼ ἐνιαυτοῖς ἐπιέζοντο. εἶτα δραστήριός τις ἀνὴρ ἐκ τῆς Ἰούδα φυλῆς, Γοθονιὴλ κεκλημένος, βραχεῖς τινας προσεταιρισάμενος, κατὰ θεῖον χρησμὸν τὴν παρ’ αὐτοῖς τῶν Ἀσσυρίων διαφθείρει φρουράν. συνηγμένων δὲ μετὰ ταῦτα πλειόνων, μάχῃ τοὺς Ἀσσυρίους νικήσας ἀπώσατο, καὶ ἄρχειν ᾑρέθη διὰ τοῦτο τοῦ πλήθους κρίνειν τε τὸν λαόν. ὃς ἐπὶ πεντήκοντα ἔτη τὴν ἀρχὴν ἀνύσας μετήλλαξε τὴν ζωήν. ἄναρχοι δὲ ὄντες οἱ Ἰσραηλῖται καὶ τοῦ θείου καταφρονοῦντες παρὰ τοῦ τῶν Μωαβιτῶν βασιλέως Αἰγλὼμ αὐτοὺς ὑποτάξαντος ἐτησίας εἰσφορὰς ἐπετάχθησαν. ὃς ἐν Ἱεριχοῦντι βασίλεια δομησάμενος ἐπὶ ἐνιαυτοὺς ὀκτωκαίδεκα πολυειδῶς ἐκάκου αὐτούς. νεανίας δέ τις Βενιαμίτης Ἀὼθ τοὔνομα, Ἰώσηπος δὲ Ἰούδαν τοῦτον λέγει καλεῖσθαι, τολμητίας καὶ ῥωμαλέος, συνήθης γίνεται τῷ Αἰγλώμ, καὶ συνεχῶς παρ’ αὐτὸν ἐφοίτα θωπεύων τὸν ἄνδρα καὶ ὑπερχόμενος. οὗτος σὺν δυσὶν οἰκέταις ποτὲ δῶρα κομίζων τῷ Αἰγλὼμ ξιφίδιον ἔφερεν ἀφανῶς. καὶ τῆς ἡμέρας ἤδη μεσούσης καὶ τῶν φυλάκων πρὸς ἑαυτοὺς ἀπεληλυθότων μεμονωμένον εὑ- ρὼν αὐτόν, εἴσεισιν ὡς συνήθης, καὶ μόνον ἀπολαβών, ὡς δή τι μυστικώτερον προσομιλήσων αὐτῷ, πλήττει καιρίως τῷ ξιφιδίῳ καὶ ἀναιρεῖ. ἀπελθὼν δὲ πρὸς τοὺς Ἱεριχουντίους πείθει τῆς ἐλευθερίας ἀντιποιεῖσθαι. καὶ οἱ μὲν ὡπλίζοντο, οἶ δὲ περὶ τὸν Αἰγλὼμ νεκρὸν αὐτὸν εὑρόντες εἰς φυγὴν τρέπονται καὶ διωκόμενοι διαφθείρονται. καὶ οὕτως Ἑβραῖοι τῆς τῶν Μωαβιτῶν δουλείας ἐλευθεροῦνται, τό δὲ Ἀὼθ ἡ τοῦ πλήθους ἀρχὴ ἐγκεχείριστο. ὃς ἐπ’ ἔτεσιν ὀγδοήκοντα τοῦ λαοῦ ἡγησάμενος τὸν βίον κατέλυσε. μετὰ δὲ τοῦτον Μεγὰρ ὁ υἷός Δινὰχ ἄρξας ἐν τῷ πρώτῳ τῆς ἀρχῆς ἐνιαυτῷ τετελεύτηκε, πατάξας τῶν ἀλλοφύλων πολλούς.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
