Ancient Greek
Book 1
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 1.23.1
Not analysed yet
Τοῦ δὲ λαοῦ τῶν Ἑβραίων τοὺς θείους παραβαίνοντος νόμους ὠργίζετο ὁ θεός. καὶ Σισάρας ὁ τοῦ Ἰαβὶν βασιλέως τῆς Χαναὰν ἀρχιστράτηγος ἐπελθῶν αὐτοῖς ἐκάκωσέ τε σφόδρα καὶ φόροις ὑπέβαλε· καὶ εἶχον οὕτως ἐπὶ ἐνιαυτοὺς εἵκοσι. Δεβώρα δέ τις προφῆτις, δηλοῖ δὲ τὸ ὄνομα μέλισσαν, ἱκέτευσεν ὑπὲρ τοῦ λαοῦ τὸν θεόν. καὶ ὁ θεὸς ἐπένευσε, καὶ στρατηγὸν αἱρεῖσθαι κελεύει Βαράκ· ἀστραπὴν δὲ τοῦτο σημαίνει κατὰ τὴν Ἑβραίων διάλεκτον. ἦν δ’ ἐκ τῆς Νεφθαλίδος φυλῆς ὁ ἀνήρ. καὶ ἡ Δεβώρα τὸν Βαρὰκ προετρέπετο κατὰ τῶν πολεμίων ἰέναι μετὰ ὑέων μυρίων, τοῦτο κελεύοντος τοῦ θεοῦ. ὁ δὲ κἀκείνην ἀπῄτει συστρατηγεῖν. πείθεται ἡ γυνή, καὶ μάχης σὺν τοῖς μυρίοις συρραγείσης αὐτοῖς πρὸς τὸν Σισάραν ὄμβρος καταχεῖται πολὺς καὶ χάλαζα καταρρήγνυται, ταῦτα δὲ κατὰ πρόσωπον τῶν πολεμίων ὑπὸ τοῦ ἀνέμου ἠλαύνετο, καὶ ταῖς ὄψεσιν ἐπεσκότουν αὐτῶν, κἀντεῦθεν ἐνέκλιναν εἰς φυγήν. φεύγων δὲ καὶ Σισάρας πρός τινα γυναῖκα κατέφυγε, κατακρύψαι αὐτὸν ἀξιῶν· Ἰαὴλ ὠνόμαστο ἡ γυνή. ἡ δε δέχεται αὐτὸν καὶ δίδωσι γάλα πιεῖν, καὶ ὃς πιὼν ὕπνωσεν. κοιμωμένῳ δ᾿ αὐτῷ ἐπέθετο Ἰαήλ, καὶ ἧλον διὰ τοῦ κροτάφου ἐκείνου ἐλάσασα τῷ ἐδάφει προσεπαττάλευσε, καὶ τοῖς περὶ τὸν Βαρὰκ νεχρὸν τὸν πολέμιον δείκνυσι. στρατεύσας δὲ καὶ ἐπὶ Ἰαβεὶν βασιλέα Χαναὰν ὁ Βαράκ αὐτόν τε ἔκτεινε καὶ τὴν πόλιν κατέσκαψε. καὶ στρατηγήσας ἐπὶ ἔτη τριάκοντα τελευτᾷ, καὶ Δεβώρας κατὰ τὸν αὐτὸν θανούσης καιρόν. εἶτα Μαδιανῖται σὺν τοῖς Ἀμαληκίταις καὶ Ἄραψι μάχῃ τοὺς Ἰσραηλίτας ἐτρέψαντο. καὶ ἐπὶ ἔτη ἑπτὰ ἐπιτιθεμένων αὐτοῖς λιμὸς ἦν καὶ σπάνις τῶν ἀναγκαίων, καὶ ἐδέοντο τοῦ θεοῦ. Γεδεῶν δὲ φυλῆς ὢν Μανασσῆ δράγματα σταχύων εἰς τὴν ληνὸν ἔκοπτε κρύφα, καὶ ὁρᾷ τινα ἐν εἴδει νεανίσκου παρεστῶτα αὐτῷ καὶ καλοῦντα αὐτὸν φίλον τῷ θεῷ καὶ εὐδαίμονα. ὁ δ᾿ εἰρωνευόμενος τεκμήριον ἔλεγεν εἶναι αὐτοῦ τῆς εὐδαιμονίας τὸ κεχρῆσθαι τῷ ληνῷ ἀντὶ ἅλωνος. καὶ ὁ νεανίας θαρρεῖν καὶ σπεύδειν αὐτῷ παρεκελεύετο ὑπὲρ ἐλευθερίας τῶν φυλε- τῶν. Γεδεὼν δὲ ἱκέτευσε τὸν φαινόμενον μὴ μεταναστῆναι ἐκεῖθεν, καὶ εἰσελθὼν ἐκόμισε θυσίαν. καὶ ὁ ἄγγελος θεῖναι αὐτὴν παρὰ τὴν πέτραν ἐκέλευσε· καὶ τῇ ῥάβδῳ ψαύσας τῆς πέτρας πῦρ ἀνῆψεν αὐτόματον καὶ τὴν θυσίαν κατέκαυσεν. εἶτα ᾔτησε Γεδεὼν τὸν θεὸν ἐπὶ τὸν πόκον γενέσθαι δρόσον, καὶ ἐγένετο· καὶ αὖθις δρόσον ᾔτησεν ἐπὶ πᾶσαν τὴν γῆν γενέσθαι· ἐπὶ τὸν πόκον δὲ ξηρασίαν, καὶ γέγονεν οὕτως. πείθεται οὖν ὁ Γεδεὼν καὶ σὺν μυρίοις κατὰ τῶν ἐναντίων ὡπλίζετο. εἶτα ἐντολῇ τοῦ θεοῦ ἄγει πάντας κατὰ μεσημβρίαν ἐπὶ τὸν ποταμόν, καὶ τοὺς μὲν λάψαντας ἐν τῷ πίνειν καὶ μετὰ σπουδῆς ὡς περι- φόβους πιόντας, τριακόσιοι δὲ ἦσαν οὗτοι, ἔχων μεθ’ ἑαυτοῦ ἀπῄει πρὸς τὸν πόλεμον, τοὺς δὲ λοιποὺς καταλέλοιπεν. νυκτὸς δὲ ἔνα τῶν στρατιωτῶν προσλαβόμενος ἀπῆλθεν εἰς τὸ τῶν ἐναντίων στρατόπεδον. καὶ ἀκούει ἑνός τινος τῶν πολεμίων τῷ συσκηνοῦντι διηγουμένου ὡς ἔδοξεν ὁρᾶν καθ’ ὕπνους μᾶζαν κριθίνην διὰ τοῦ στρατοπέδου κυλιομένην, ἥ τὴν τοῦ βασιλέως σκηνὴν κατέβαλε καὶ τὰς τοῦ στρατεύματος· ὁ δὲ τοῦ στρατοῦ δηλοῦν ὄλεθρον τὸ ἐνύπνιον ἔκρινεν, ἀπεικάζων μάζῃ κριθίνῃ τὸν Γεδεὼν καὶ τοὺς σὺν αὐτῷ διὰ τὴν ὀλιγότητα καὶ τὸ ἀσθενές. τούτων ἀκούσας ὁ Γεδεὼν ἀνεθάρσησε, καὶ ὑποστρέψας ἐν τοῖς ὅπλοις εἶναι τοῖς ἑαυτοῦ ἐνετείλατο, καὶ εἰς τρεῖς ἑκατοστύας τὴν στρατιὰν διελὼν ἀμφορέα κενὸν κομίζειν ἕκαστον καὶ λαμπάδα ἡμμένην καὶ κριοῦ κέρας ἐκέλευσε, κατὰ τετάρτην τε φυλακὴν τῆς νυκτὸς ἐξῆγεν αὐτοὺς κατὰ τῶν ἐναντίων. καὶ ἤδη πλησίον ὄντες αὐτῶν ἐσάλπισαν μὲν τοῖς κέρασι, τοὺς δ’ ἀμφορέας κατέαξαν, καὶ μετὰ τῶν λαμπάδων ὥρμησαν ἀλαλάξαντες. ταῦτα δὲ τοῖς πολεμίοις πτοίαν ἐνέβαλον, καὶ οἱ μὲν ὑπὸ τῶν ἐναντίων ἐκτείνοντο, οἱ δέ γε πλείους ὑπ’ ἀλλήλων οὔσης νυκτὸς διεφθάρησαν, καὶ σχεδὸν ἄπαντες ὤλοντο, καὶ δύο τῶν βασιλέων αὐτῶν Ὠρήβ τε καὶ Ζήβ. οἱ δὲ περιλειφθέντες τῶν ἡγεμόνων καὶ τοῦ στρατεύματος φεύγοντες καταλαμβάνονται παρὰ Γεδεὼν καὶ τῶν μετ’ αὐτοῦ, καὶ πεπτώκασιν ἅπαντες. ἔσχηκε δὲ τὴν ἀρχὴν ὁ Γεδεὼν ἐν τεσσαράκοντα ἔτεσι, καὶ ἐτελεύτησε γηραιός, καταλιπὼν ἐκ διαφόρων γυναικῶν γνησίους υἱοὺς ἑβδομήκοντα, ἔνα δ’ ἐκ παλλακῆς Ἀβιμέλεχ καλούμενον. ὃς τοὺς ἀδελφοὺς κτείνας ἅπαντας ἄνευ ἑνὸς Ἰωαθάνου φυγόντος τετυράννηκεν. ὁ δὲ λαὸς ἐπαναστάντες κατὰ τοῦ Ἀβιμέλεχ ἐξελαύνουσιν αὐτὸν τῆς πόλεως τόν Σικίμων. ὁ δὲ συνεργούμενος ὑφ’ ἑνὸς τῶν Σικιμιτῶν δόλῳ τὴν πόλιν αἱρεῖ καὶ τοὺς Σικιμίτας ἡβηδὸν ἀναιρεῖ, τὴν πόλιν δὲ κατασκάπτει. ἤλαυνε δ’ ἐπὶ Θήβας, ἑτέραν πόλιν, καὶ εἷλεν αὐτὴν ἐξ ἐπιδρομῆς. τὸ δὲ πλῆθος εἰς ἔνα πύργον μέγαν συνέδραμον, ὄντα ἐν μέσῳ τῆς πόλεως. πλησιάσαντα δὲ ταῖς πύλαις τούτου τὸν Ἀβιμέλεχ θραύσματι μύλης γύναιον ἄνωθεν κατὰ τῆς κεφαλῆς ἔβαλε καὶ ἀπέκτεινε. τὴν δὲ τῶν Ἑβραίων ἡγεμονίαν Ἰαεὶρ ἐμπεπίστευτο ἐκ τῆς Μανασσῆ τυγχάνων φυλῆς· δύο δὲ καὶ εἴκοσιν οὕτος ἐνιαυτοὺς ἰθύνας τὴν ἀρχὴν ἐτελεύτησεν. Ἀμμανῖται δὲ σὺν Παλαιστηνοῖς εἰσέπειτα τὴν χώραν διήρπαζον. ληιζομένων δὲ τὴν Γαλαδηνὴν τῶν Ἀμμανιτῶν, ἡγεμόνα τὸν Ἰεφθάε οἱ ἐπιχώριοι εἴλοντο. ὃς συμμίξαι μέλλων τοῖς κολεμίοις εὐχὴν ἐποιήσατο, εἰ νικήσει, πᾶν ὃ πρῶτον αὐτῷ συναντήσει ἐπανιόντι τοῦτο ἱερουργήσειν. καὶ συμβαλὼν νικᾷ· ἀναστρέφοντι δ’ ὑπήντησεν αὐτῷ τὸ θυγάτριον, μονογενὲς ὄν αὐτῷ καὶ ἔτι παρθενευόμενον. ὁ δ’ ἀνῴμωξεν, ἕνα δὲ μὴ ψεύσηται τὴν ὑπόσχεσιν, ἔθυσε τὴν παῖδα καὶ ὡλοκαύτωσε. τῶν δὲ τῆς Ἐφραῒμ φυλῆς ὀργιζομένων αὐτῷ ὅτι μὴ συμπαρέλαβεν αὐτοὺς ἐπὶ τὸν κατὰ τῶν Ἀμμανιτῶν πόλεμον, ἐπεὶ μὴ ἔπειθεν αὐτοὺς παραιτούμενος, πολλοὺς ἀνεῖλε μαχεσαμένους αὐτῷ. ἕξ δὲ τὴν ἡγεμονίαν ἀνύσας ἐνιαυτοὺς κατέλυσε τὴν ζωήν. παραλαμβάνει δὲ τὴν ἀρχὴν Ἀμεσὰ ἐκ τῆς Ἰούδα τυγχάνων φυλῆς, καὶ ἐπὶ χρόνον ἑπταετῆ κρίνας τὸν Ἰσραὴλ τετελεύτηκε. καὶ μετ’ ἐκεῖνον Λαβδὼν τῆς Ἐφραῒμ προελ- θῶν φυλῆς ἡγεμὼν ἀπεδείχθη, καὶ τέθνηκε γηραιός ἄρξας ἔτη ὀκτώ.