# Epitome historiarum (lib. 1‑18) 1.24.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/1.24.1

Εἶτα Παλαιστηνοὶ κρατοῦσι τῶν Ἰσραηλιτῶν καὶ ὑποφόρους ἔσχον αὐτοὺς ἐπὶ ἐνιαυτοὺς τεσσαράκοντα. τότε δὲ γεννηθεὶς ὁ Σαμψών, ἰσχύος δὲ ἡ κλῆσις σημαντική, τοῖς Παλαιστηνοῖς ἐπετίθετο· ἡ δ’ εἰς τὸν βίον αὐτοῦ πρόοδος τοιαύτη ἐγένετο. Μανωὲ τῆς φυλῆς ὑπάρχων τοῦ Δὰν συνῴκει γυναίῳ στειρεύοντι καὶ ᾔτει τὸν θεὸν παῖδα δοθῆναι αὐτοῖς. ὤφθη γοῦν ποτε μόνῃ οὔσῃ τῇ γυναικὶ νεανίας μέγας τε καὶ καλός, τόκον παιδὸς αὐτὴ εὐαγγελιζόμενος, καὶ μὴ πιεῖν οἶνον ἢ μέθυσμα αὐτῇ ἐνετείλατο, μηδὲ τὴν κόμην ἀποθρίξαι τὴν τοῦ παιδός· Ναζιραῖον γὰρ ἔλεγεν εἶναι τῷ κυρίῳ τὸν παῖδα, ἄγιον δηλαδή, καὶ τὸν Ἰσραὴλ σωθήσεσθαι δι’ αὐτοῦ ἐκ τῆς τῶν ἀλλοφύλων χειρός. ἡ δὲ τῷ ἀνδρὶ κατήγγειλε ταῦτα. καὶ ὃς ὀφθῆναι καὶ αὐτῷ τὸν φανέντα τῇ γυναικὶ ἐδέετο τοῦ θεοῦ. αὖθις οὖν ἦλθε πρὸς τὴν γυναῖκα ὁ ἄγγελος· ἀπῆν δὲ αὖθις ὁ Μανωέ· καὶ ἡ γυνὴ προσμεῖναι παρεκάλει αὐτὸν τὴν τοῦ ἀνδρὸς παρουσίαν. ἐλθὼν δὲ Μανωὲ ἠρώτα τὸν ἄγγελον τί ἂν τοῦ παιδὸς γεννηθέντος ποιήσειαν. ὁ δέ “οἶνον” ἔφη “οὐ πίεται οὐδὲ μέθυσμα, καὶ ἀκάθαρτόν τι οὐ φάγεται καὶ τὴν κόμην οὐ ξυρηθήσεται. καὶ ὁ Μανωὲ τὸ ὄνομα τοῦ ὁμιλοῦντος αὐτῷ ἐζήτει μαθεῖν, ὁ δὲ θαυμαστὸν εἶναι τοῦτο εἰπὼν ἀπεσιώπησεν. ὁ δὲ Μανωὲ ἔριφον ἐνεγκὼν ἔθυσε καὶ ἄρτους προσήνεγκεν. ὁ δὲ θεῖναι τὰ κρέα καὶ τοὺς ἄρτους ἐπὶ τὴν πέτραν προσέταξεν, τεθέντων δὲ τῇ ῥάβδῳ αὐτοῦ ἅπτεται τούτων, καὶ πῦρ ἐξαφθὲν ἐκεῖθεν κατέκαυσεν αὐτά, καὶ εἰς οὐρανὸν διὰ τῆς φλογὸς ἀνῄει ὁ ἄγγελος, ὁρώντων τοῦ Μανωὲ καὶ τῆς αὐτοῦ γυναικός. τέκτε- ται οὖν αὐτοῖς μετὰ ταῦτα ὁ παῖς καὶ Σαμψὼν ὀνομάζεται, ἡδρύνετό τε καὶ πνεῦμα κυρίου συνεπορεύετο αὐτῷ. ἰδὼν δ᾿ ἐν Θαμνᾷ πόλει τῶν Παλαιστηνῶν κόρην τῶν ἀλλοφύλων, ἐρᾷ τῆς παιδός. παραιτουμένων δὲ τῶν γονέων αὐτοῦ τὸν γάμον τῆς ἀλλοφύλου, ἐκνικᾷ γῆμαι αὐτήν. συχνάζων δὲ πρὸς τοὺς τῆς κόρης γονεῖς συναντᾷ λέοντι, καὶ μή τι φέρων εἰς ἄμυναν ταῖς χερσὶ τὸ θηρίον συνέτριψε, καὶ ἐκκλίνας τῆς ὁδοῦ ἔρριψε πρὸς τὸ ὑλῶδες αὐτό. καὶ μεθ᾿ ἡμέρας αὖθις πρὸς τὴν μνηστὴν πορευόμενος σμῆνος μελισσῶν ἐν τῷ στόματι συνηγμένον τοῦ λέοντος εὕρηκε. καὶ λαβὼν ἐκεῖθεν μέλιτος κηρίον ἔφαγε καὶ τῷ πατρὶ καὶ τῇ μητρὶ ἀπεκόμιμισεν. ἀπελθὼν δ᾿ εἰς τοὺς ἀλλοφύλους πρόβλημα τοῖς αὐτῷ συνεστιωμένοις ἐν τοῖς γάμοις τριάκοντα νεανίσκοις προτίθησι· καὶ εἰ εὕροιεν ἐφ᾿ ἡμέρας ἑπτὰ τὴν λύσιν, δοῦναι συνέθετο σινδόνα καὶ στολὴν ἑκάστῳ αὐτῶν, εἰ δὲ μὴ λῦσαι δυνηθεῖεν τὸ πρόβλημα, αὐτῷ δοθῆναι παρ᾿ ἑκάστου στολὴν καὶ ὀθόνην ἀπῄτησε. συνθεμένων δὲ καὶ τῶν νεανίσκων προεβάλετο τὸ ἐρώτημα εἰπών “ἐξ ἔσθοντος ἐξῆλθε βρῶσις, καὶ ἀπὸ ἰσχυροῦ γλυκύ.” οἱ δὲ μὴ δυνάμενοι νοῆσαι τὸ πρόβλημα, τὴν κόρην ἱκέτευσαν μαθεῖν παρὰ τοῦ ἀνδρὸς καὶ ἀπαγγεῖλαι αὐτοῖς. ὁ Σαμψὼν δέ, παρακαλούσης αὐτὸν τῆς κόρης εἰπεῖν αὐτῇ τὸ τοῦ προβλήματος νόημα, τὸ μὲν πρῶτον ἀντεῖχε, δακρυούσης δ᾿ ἐκείνης ἐξεῖπε τὸ πᾶν· ἡ δὲ τοῖς νεανίσκοις ἀπήγγειλε. καὶ κατὰ τὴν ἑβδόμην ἡμέραν εἶπον ἐκεῖνοι τῷ Σαμψών “τί γλυκύτερον μέλιτος ἢ τί λέοντος ἰσχυρότερον;” ὠργίσθη οὖν ὁ Σαμψών, καὶ τοῖς μὲν νεανίσκοις ἔδωκεν ἃ ὑπέσχετο, τὸν δὲ γάμον ἀπείπατο. καὶ ἔδωκεν ἑτέρῳ τὸ γύναιον ὁ πατήρ. πα- ροξυνθεὶς δὲ ὁ Σαμψὼν διὰ τοῦτο, καὶ συλλαβὼν τριακοσίας ἀλώπεκας, λαμπάδας ἡμμένας ταῖς οὐραῖς ἐκείνων προσέδησε καὶ ταῖς τῶν Παλαιστηνῶν ἐπαφῆκεν ἀρούραις θέρους ἐνισταμένου, καὶ οὕτω τὰ σφῶν κατέκαυσε λήια καὶ τὰς ἀμπέλους. Παλαιστηνοὶ δ’ ἀντὶ τούτων τὴν γενομένην αὐτοῦ γυναῖκα καὶ τοὺς αὐτῇ προσήκοντας ἐνέπρησαν καὶ κατέκαυσαν. Σαμψὼν δὲ πολλοὺς ἀποκτείνας τόν ἀλλοφύλων ἐν πέτρᾳ ἐκάθισεν, οἱ δὲ κατὰ τῶν Ἰσραηλιτῶν ἐξεστράτευσαν λέγοντες “εἰ βούλεσθε ἀναίτιοι εἶναι, δότε ἡμῖν τὸν Σαμψὼν ὑποχείριον. καὶ ἀπῆλθον ἐπὶ τὴν πέτραν ὁπλῖται τρισχίλιοι. καταβὰς δὲ Σαμψὼν ἑκὼν τοῖς φυλέταις παρέδωκεν ἑαυτόν, δεδεμένον παρέδωκαν τοῖς Παλαιστηνοῖς. ὁ δὲ διαρρήξας τὰ δεσμὰ καὶ ὄνου σιαγόνα ἐκεῖ που ἐρριμμένην ἁρπάσας χιλίους τῶν ἀλλοφύλων ἀπέκτεινεν ἐν αὐτῇ, τοὺς δ’ ἄλλους ἐτρέψατο. ὅθεν Σιαγὼν ἐξ ἐκείνου ὁ τόπος ἐκλήθη. εἶτα ἐδίψησεν ὡς ἐκλείπειν ἀπὸ τῆς δίψης, καὶ ἔκλαυσε δεόμενος τοῦ θεοῦ. ὁ δὲ θεὸς πηγὴν ὕδατος ἀνῆκεν ἀπὸ τοῦ ῥήγματος ὃ τὴν σιαγόνα ῥίψας κατὰ γῆς πεποίηκεν ὁ Σαμψών. καὶ ἀπῆλθεν εἰς Γάζαν. ἐνήδρευσαν δὲ αὐτῷ οἱ Γαζαῖοι, καὶ ἔνα μὴ λάθῃ αὐτοὺς ἐξιών, τὰς πύλας τῆς πόλεως ἔκλεισαν. ὁ δὲ περὶ μέσας νύκτας ἀναστὰς τάς τε πύλας καὶ τὰς φλιὰς αὐτῶν καὶ τὰς παραστάδας ἐπωμισάμενος εἰς τὴν τοῦ ὄρους ἀνήνεγκε κορυφήν κἀκεῖσε κατέθετο. ἐρασθεὶς δ’ ἑταίρας Παλαιστηνῆς Δαλιδᾶς καλουμένης συνῆν αὐτῇ καὶ οἱ προύχοντες τῶν ἀλλοφύλων πολλὰ τῇ γυναικὶ ἐπηγγείλαντο, εἰ μάθοι παρὰ τοῦ Σαμψὼν τί τὸ αἴτιον αὐτῷ τῆς δυνάμεως καὶ ἀπαγγείλαι αὐτοῖς. ἡ δὲ ποικίλως μετῄει τὸν ἄνδρα ζητοῦσα γνῶναι ὅθεν αὐτῷ ἡ τοσαύτη ἰσχύς, ἐκεῖνος δὲ ἄλλοτε ἄλλας πλαττόμενος αἰτίας τῇ γυναικὶ ἔλεγε. καὶ ἡ γυνὴ πειρωμένη τόν λόγων ἀπάτας αὐτοὺς εὕρισκεν. ἐγκειμένης δὲ καὶ δεομένης θερμότερον, τὸ κρύφιον αὐτῇ ἀνεκάλυψε, κατ’ ἐντολὴν εἰπὼν τοῦ θεοῦ τὴν κόμην τρέφειν, ἐντειλαμένου μὴ κείρειν αὐτήν, καὶ ἐν ταύτῃ προσεῖναι αὐτῷ τὴν ἰσχύν. κείρει τὴν κόμην κοιμωμένου αὐ- τοῦ ἡ γυνὴ καὶ παραδίδωσι τοῖς ἐναντίοις αὐτὸν ἀσθενῆ. ἐκκόπτουσιν ἐκεῖνοι τὰ ὄμματα τοῦ ἀνδρός, καὶ ὁ πρὶν φοβερὸς εἶς παίγνιον κατέστη αὐτοῖς. προἰόντος δὲ τοῦ καιροῦ ηὔξετο αὖθις ἡ κόμη αὐτῷ καὶ ἡ ἰσχὺς ἐπανήρχετο. πότου δὲ τοῖς Παλαιστηνοῖς ὄντος, καὶ τῶν ἀρχόντων καὶ μεγιστάνων εὐωχουμένων ὁμοῦ ἐν οἴκῳ κίοσιν ἀνεχομένῳ, ἤχθη καὶ ὁ Σαμψὼν παιχθησόμενος, καὶ παιδάριον ἐχειραγώγει αὐτόν. συνήχθη δὲ παρὰ τὸν οἶκον πλῆθος ἀνδρῶν τε καὶ γυναικῶν ὡσεὶ τρισχίλιοι, ἔν ὁρῷεν τὸν Σαμψὼν παροινούμενον. ὁ δὲ παιζόμενός τε καὶ ῥαπιζόμενος λέγει τῷ χειραγωγοῦντι αὐτόν ἐπάγαγέ με πρὸς τοὺς κίονας, ὡς ἂν αὐτοῖς ἐπιστηριχθῶ δεόμενος ἀναπαύσασθαι.” δραξάμενος δὲ τῶν δύο κιόνων ἐπικατέσεισεν ἑαυτῶ τὸν οἶκον, καὶ αὐτός τε καὶ οἱ ἐν τῶ οἴκω πάντες ἀπώλοντο. καὶ τῶ μὲν τοιοῦτον τέλος ἐγένετο, ἐπὶ εἴκοσιν ἔτη κρίναντι τὸν τόν Ἑβραίων λαόν.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
