Ancient Greek · ~19 min
Book 1
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 1.25.1
Not analysed yet
Οὐκέτι δὲ κριταὶ ἦγον τὸν Ἰσραήλ, ἀλλ’ ὁ ἀρχιερεὺς Ἤλει προέστη αὐτῶν· ἐφ’ οὗ λιμὸς γέγονε, καί τις ἀνὴρ ἐκ Βηθλεὲμ Ἀβιμέλεχ καλούμενος σὺν τῇ γυναικὶ καὶ δύο υἱοῖς διὰ τὸν λιμὸν εἰς τὴν Μωαβῖτιν μεταναστεύει. ἄγεται οὖν τοῖς υἱοῖς γαμετὰς Μωαβίτιδας. ἐν δέκα μέντοι ἐνιαυτοῖς ὅ τε Ἀβιμἐλεχ καὶ οἱ παῖδες αὐτοῦ τεθνήκασι, καὶ κατελείφθησαν χῆραι ἢ τε Νοεμὶν ἡ συνοικοῦσα τῷ Ἀβιμέλεχ καὶ αἱ γυναῖκες ἄμφω τῶν παίδων αὐτοῦ, Ὀρφά τε καὶ Ῥούθ. ἡ Νοεμὶν δὲ εἰς τὴν πατρίδα ὑπέστρεψε, τῶν δέ γε νυμφῶν αὐτῆς ἡ μὲν Ὀρφὰ παρακληθεῖσα παρὰ τῆς πενθερᾶς ἔμεινε παρὰ Μωαβίταις, ἡ δὲ Ῥοὺθ σὺν τῇ Νοεμὶν ἀπελήλυθε. καὶ ἤδη παραγενομένας εἰς Βηθλεὲμ ξενίζει βοός, Ἀβιμέλεχ ὢν συγγενής. προσαγορευομένη δὲ παρὰ τῶν πολιτῶν ἐξ ὀνόματος ἡ γυνή “μή με Νοεμίν” ἔλεγεν ἀλλὰ Μάραν καλεῖτε,” Νοεμὶν δὲ εὐτυχίαν δηλοῖ, Μάρα δὲ ὀδύνην καὶ πικρασμόν· “πλήρης γὰρ πορευθεῖσα κενὴ ὑπενόστησα.” ἀμήτου δὲ ὄντος ἐξῄει κατὰ γνώμην τῆς πενθερᾶς καλαμησομένη ἡ Ῥούθ εἰς τὸν ἀγρὸν τοῦ βοός. ὁ δὲ τὴν κόρην ἰδὼν καὶ μαθὼν τίς ἐστιν, θερίζειν ὃ δύναιτο καὶ ἔχειν ἐπέτρεψεν, ἄριστόν τε παρέχειν αὐτῇ τῷ ἀγροκόμῳ ἐπέταξεν. ἡ δὲ καὶ ἄλφιτα παρ’ αὐτοῦ λαβοῦσα τῇ πενθερᾷ συνετήρησε, καὶ ἀπῆλθεν ὀψὲ κομίζουσα καὶ τὰς κριθὰς ἃς συνέλεξε, καὶ τὰ παρὰ τοῦ βοὸς αὐτῇ διηγήσατο. καὶ αὖθις ἀπῄει σὺν ταῖς θεραπαινίσι βοός. ἡ Νοεμὶν δὲ συγκατακλίνειν αὐτῷ τὴν Ῥοὺθ ἐβουλεύσατο, πέμπει τὴν νύμφην ὑποθεμένη παρὰ τοῖς ποσὶ τοῦ ἀνδρὸς ὑπνώττοντος ἐν τῇ ἅλωνι πεσοῦσαν ὑπνῶσαι. καὶ ἡ μὲν οὕτω πεποίηκεν, αἰσθόμενος δ’ ὁ Βοὸζ περὶ μέσην νύκτα ἤρετο τίς ἐστι. καὶ μαθὼν τότε μὲν ἡσύχασεν, ἴωθεν δ’ ἐξεγείρας τὴν Ῥούθ πορεύεσθαι πρὸς τὴν πενθερὰν ἐνετείλατο· ‘‘αὐτὸς δ’” εἶπε τὸν ἐγγύτερον ἐμοῦ ἀγχιστεύοντά σοι ἐρήσομαι, καὶ εἰ μὲν ἐκεῖνος ἀγαγέσθαι σε βούλεται, ἀπελεύσῃ πρὸς τὸν ἄνδρα, παραιτουμένου δὲ νομίμως συνοικήσεις ἐμοί. ἀπῆλθεν οὑν ἡ γυνὴ καὶ δεδήλωκε πάντα τῇ Νοεμίν. ὁ δέ γε βοὸς παρὰ τῇ γερουσίᾳ τήν Ῥοὺθ καὶ τὸν συγγενῆ συνεκάλεσε καὶ εἶπεν αὐτῷ “Ἀβιμέλεχ τοῦ συγγενοῦς ἡμῶν καὶ τῶν παίδων αὐτοῦ κατέχεις κλῆρον;’ συνθεμένου δ’ ἔχειν ἐκείνου κατὰ τοὺς νόμους δι’ ἀγχιστείαν, οὐκοῦν οὐκ ἐξ ἡμισείας ἔφη μεμνῆσθαι τῶν νόμων δεῖ, ἐπὶ πάσι δὲ ποιεῖν κατ’ αὐτούς. λοιπὸν καὶ τὸ τοῦ Μαλλῶν γύναιον υἱοῦ Ἀβιμέλεχ γῆμαί σε χρή, ἵνα ἀναστήσῃς σπέρμα τῷ συγγενεῖ.” ὁ δὲ παρῃτήσατο, καὶ τοῦ κλήρου καὶ τῆς γυναικὸς παραχωρήσας αὐτῷ. κατὰ γοῦν τὸν νόμον ἐνώπιον τῆς γερουσίας ἡ Ῥούθ ὑπελύσατο τὸ ὑπόδημα τοῦ ἀνδρὸς ἐκείνου καὶ ἔπτυσεν αὐτοῦ εἰς τὸ πρόσωπον. καὶ οὕτως αὐτὴν ἠγάγετο ὁ Βοόζ, καὶ ἔτεκεν ἐξ αὐτοῦ τὸν Ὠβήδ· ἐλληνιστὶ δ’ ἑρμηνεύεται δουλεύων. ἐξ Ὠβὴδ δὲ γίνεται Ἰεσσαί, καὶ ἐκ τούτου Δαβίδ, ὃς τῶν ἐξ Ἰσραὴλ ἐβασίλευσε καὶ τοῖς ἑαυτοῦ παισὶ κατέλιπε τὴν ἀρχὴν ἐπὶ εἴκοσι γενεὰς πρὸς τῇ μιᾷ διαρκέσασαν. Ἤλει δὲ τοῦ ἀρχιερέως, ὡς ἤδη ἱστόρηται, τὸν λαὸν ἄγοντος, οἱ δύο υἱοὶ αὐτοῦ Ὀφνὶ καὶ Φινεὲς ὑπῆρχον λοιμοί, παρανομοῦντες ἐν ἅπασι, καὶ παραινοῦντος τοῦ πατρὸς αὐτοῖς μὴ ἐπιστρεφόμενοι. ὁ δὲ θεὸς ὀργισθεὶς διὰ τὰς ἐκείνων παρανομίας, διὰ τοῦ Σαμουὴλ ἔτι παιδὸς ὄντος δεδήλωκε τῷ Ἤλει ἅπερ αὐτός τε καὶ οἱ παῖδες καὶ ὁ οἶκος αὐτοῦ πείσονται. Σαμουὴλ δὲ Ἐλκανᾶ Λευίτου ἀνδρὸς ἐτύγχανε παῖς· ᾧ συνῴκουν διτταὶ γαμεταί, ὧν τῇ μὲν Ἄννα, τῇ δὲ Φεννάνα ἦν τὰ ὀνόματα. καὶ τῇ μὲν παῖδες ἤσαν ἐξ ’Eλκανᾶ, ἡ Ἄννα ἠμοίρει γονῆς. ἀφικομένου δὲ τοῦ ἀνδρὸς μετὰ τῶν γυναικῶν ἀμφοῖν εἰς Σηλὼμ καὶ θύσαντος, ἐπεὶ καιρὸς ἦν εὐωχίας καὶ τῇ Φεννάνᾳ οἱ παῖδες αὐτῆς συνεγάθηντο, ὅτι ἡ Ἄννα μεμόνωτο, ἑαυτὴν ἀπεκλαίετο, καὶ εἰς τὴν σκηνὴν τοῦ θεοῦ δραμοῦσα ἐδέετο τοῦ κυρίου γονὴν αὐτῇ παρασχεῖν, εὐξαμένη καθιερώσειν θεῷ τὸ πρωτότοκον. χρονιζούσης δ’ ἐν ταῖς εὐχαῖς, πρὸ τῆς σκηνῆς Ἤλει καθεζόμενος ὡς μεθύουσαν αὐτὴν ἐλογίσατό τε καὶ ἀπεπέμπετο. ἡ δέ οὐκ οἶνον ἔφη ‘πέπωκα οὐδὲ μέθυσμα, κύριε, ἀλλὰ κατώδυνος οὖσα διὰ τὴν ἀπαιδίαν ἐκτέτηκα.” καὶ ὁ ἱερεύς “πορεύου” εἶπεν αὐτῇ, “καὶ σοι τὸ αἴτημα ὁ θεός.” ὑποστρέψασα δὲ σὺν τῷ ἀνδρὶ οἴκαδε συλλαμβάνει καὶ τίκτει τὸν Σαμουὴλ· θεαίτητον ἄν τις εἴποι. ἁδρυνθέντος δὲ τοῦ παιδὸς προσάγει αὐτὸν τῷ Πλεῖ κατὰ τὴν εὐχὴν τῷ θεῷ τραφησόμενον κόμην τ· ε τρέφοντα καὶ ἐν τῷ ἱερῷ διαιτώμενον καὶ ὕδατι κεχρημένον εἰς πόσιν. ἤδη δὲ δωδεκαέτης γενόμενος προεφήτευσε. καί ποτε κοιμώμενον αὐτὸν ἐξ ὀνόματος ἐκάλεσεν ὁ θεός. ὁ δὲ τῷ ἀρχιερεῖ προσελήλυθεν ὡς ὑπ’ ἐκείνου τάχα καλούμενος. καὶ τοῦτο τρισσάκις ἐγένετο. Ἤλει δὲ συνεὶς θεόθεν εἶναι τὴν κλῆσιν, ἴφη τῷ Σαμουήλ “εἰ ἔτι κληθῇς, εἰπέ, ἐδοῦ ἐγὼ κύριε.” οὕτω δὲ ποιήσαντος τοῦ παιδός, ἔφη αὐτῷ ὁ καλῶν συμφορὰν ἔσεσθαι τοῖς Ἰσραηλίταις βαρεῖαν, καὶ τοὺς Ἤλει παῖδας ἅμα τεθνήξεσθαι καὶ τὴν ἱερωσύνην εἰς τὸν οἶκον τοῦ Ἐλεάζαρ μεταπεσεῖν. οὐκ ἤθελε δὲ τοὺς λόγους ὁ Σαμουὴλ ἐκφῆναι τῷ ἱερεῖ, ὅρκοις δ’ ἐκβιασθεὶς ἀπήγγειλε πάντα καθάπερ ἀκήκοεν.