# Epitome historiarum (lib. 1‑18) 1.26.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/1.26.1

Ἐντεῦθεν Παλαιστηνοὶ κατὰ τῶν Ἰσραηλιτῶν ἐκστρατεύουσι, καὶ ἦσαν τῇ μάχῃ ἐπικρατέστεροι. ὁ δὲ λαὸς κομισθῆναι τὴν κιβωτὸν αἰτοῦσιν εἰς ἀρωγήν. πεμφθείσης δ᾿ ἐκεῖσε τῆς κιβωτοῦ σὺν τοῖς υἱοῖς τοῦ Ἠλεί, συγκεκρότητο μάχη. καὶ ἥττηντο οἱ Ἑβραῖοι, ἔπεσον δὲ ὡσεὶ τρισμύριοι, καὶ οἱ τοῦ ἀρχιερέως υἱοί, καὶ ἡ κιβωτὸς ἐλήφθη τοῖς πολεμίοις. Ἠλεὶ δὲ ὁ ἀρχιερεὺς ἐφ᾿ ὑψηλοῦ καθῆστο δίφρου, καὶ μα- θὼν τὰ τῆς μάχης καὶ τὴν σφαγὴν τῶν υἱῶν καὶ τὴν αἰχμαλωσίαν τῆς κιβωτοῦ, περιαλγήσας ἐξέπεσε τοῦ θρόνου καὶ τέθνηκεν, ἐνενηκοντούτης γενόμενος, τεσσαράκοντα δὲ τούτων ἐνιαυτοὺς τοῦ Ἰσραὴλ ἡγησάμενος. οἱ δὲ ἀλλόφυλοι εἰς Ἄζωτον πόλιν ἀπαγαγόντες τὴν κιβωτὸν τῷ Δαγών, οὕτω γὰρ τὸν ἑαυτῶν ἐκάλουν θεόν, ἀνέθεντο. ἕωθεν δὲ εἰς τὸν οἶκον Δαγὼν εἰσελθόντες εὗρον κείμενον τὸ ξόανον ἐνώπιον τῆς κιβωτοῦ ἐπὶ τῆς γῆς. καὶ ἀναστήσαντες αὐτὸ ἐπὶ τῆς προτέρας ἔστησαν βάσεως. ὡς δὲ τοῦτο συχνάκις εὗρον γινόμενον, καὶ πολλάκις τὸ εἴδωλον ἀνορθώσαντες τοσαυτάκις κείμενον κατελάμβανον ἐν σχήματι προσκυνοῦντος τὴν κιβωτόν, ἐθαμβοῦντο καὶ διηπόρουν. ἔπειτα δ᾿ ἐπέσκηψε τῇ τῶν Ἀζωτίων πόλει καὶ τῇ χώρᾳ φθορά, νόσος μὲν τοῖς ἀνθρώποις περὶ τὰς ἕδρας, ἣν δυσεντερίαν φησὶν ὁ Ἰώσηπος, καὶ ἔθνησκον συχνοὶ ἐξ αὐτῆς, μύες δὲ τῆς γῆς ἀναδοθέντες τὴν χώραν ἅπασαν ἐκεράϊζον. ὀψὲ δὲ συνῆκαν τὴν κιβωτὸν αἰτίαν αὐτοῖς εἶναι τῶν παθῶν οἱ Ἀζώτιοι, καὶ πέμπουσιν αὐτὴν εἰς Ἀσκάλωνα· καὶ ἔπασχον κἀκεῖνοι τὰ ὅμοια. καὶ οὕτω πέντε τῶν Παλαιστηνῶν ἀμείβει πόλεις ἡ κιβωτός, καὶ πάσαις εἰς κάκωσιν γέγονεν. συνῆλθον οὖν οἱ τῶν κακουμένων πέντε πόλεων ἄρχοντες, Γήτης καὶ Ἀκκαρὼν Ἀσκάλωνός τε καὶ Γάζης καὶ Ἀζώτου, καὶ οἱ μὲν ἄλλα περὶ τῆς κιβωτοῦ, οἱ δ᾿ ἕτερα συνεβού- λευον. καὶ τέλος ἔδοξε πᾶσιν ἔδρας πέντε χρυσᾶς καὶ μύας τοσούτους χρυσοῦς ποιῆσαι καὶ θέσθαι ἐπὶ τῆς κιβωτοῦ, ἅμαξάν τε καινουργῆσαι καὶ βόας πρωτοτοκούσας τῇ ἁμάξῃ ὑπαγαγεῖν, τοὺς δὲ μόσχους αὐτῶν κατασχεῖν, καὶ ἐπιθεῖναι τῇ ἀμάξῃ τὴν κιβωτόν, τὰς βόας δ’ ἀπαγαγόντας ἐπὶ τριόδου καταλιπεῖν, ἕν ἐπ’ αὐταῖς εἴη ἀπιέναι καθ’ ἣν ὁρμήσουσι· καίει μὲν εὐθὺ τῶν Ἰσραηλιτῶν ἀπελεύσονται, διὰ τὴν κιβωτὸν οἴεσθαι σφίσιν ἐπάγεσθαι τὰ κακὰ καὶ μὴ κωλύειν τὴν εἰς ἐκείνους πορείαν, εἰ δ’ ἄλλοσέ πῃ ἀπίοιεν, ἐπιστρέψαι αὖθις τὰς βόας τε καὶ τὴν ἅμαξαν καὶ τὰ ἐπ’ αὐτῆς. ἐπιτελέσαντες τοίνυν τὰ δόξαντα ἀφῆκαν τὰς βόας, μηκόθεν ἑπόμενοι καὶ αὐτοί, ἕν ὁρῷεν τὸ ἐκβησόμενον. αἱ δὲ κατ’ εὐθὺ τῶν Ἑβραίων ἀπῄεσαν καὶ οὐ πρότερον ἔστησαν πρὶν εἰς μέγα πεδίον ἐν Βαιθσαμοῖς κατηντήκασιν. ὡς οὖν εἶδον οἱ τῆς κόμης ἐκείνης ἄνδρες τὴν κιβωτόν, ὡρμήκασιν ἐπ’ αὐτήν, καὶ καθελόντες ἐκ τῆς ἀμάξης αὐτὴν ἔθυσαν τὰς βόας καὶ τοῖς ξύλοις οἶς ἡ ἅμαξα εἴργαστο αὐτὰς ὡλοκαύτωσαν. ὅπερ ἰδόντες οἱ Παλαιστηνοὶ ὑπενόστησαν. τοὺς δ’ ἁψαμένους τῆς κιβωτοῦ, μὴ ὄντας ἱερεῖς, ὀργισθεὶς ὁ θεὸς ἐθανάτωσεν. οἱ δέ γε λοιποὶ τῷ κοινῷ τῶν Ἑβραίων ἐγνώρισαν τὰ περὶ τῆς κιβωτοῦ· κἀκεῖνοι λαβόντες αὐτὴν ἀπάγουσιν εἰς Καριαθιαρεὶμ καὶ εἰς οἰκίαν Ἀμιναδὰβ ἐκ τῆς Λευιτικῆς ὄντος φυλῆς κατατίθενται. καὶ ἔμεινεν ἐκεῖ ἔτη εἴκοσι, παρὰ δὲ τοῖς ἀλλοφύλοις μήνας τέσσαρας. Σαμουὴλ δὲ ὁ προφήτης μέγα ἤδη σχὼν ὄνομα καὶ δόξης ἥκων ἐπὶ πολύ, συναγαγὼν τὸν λαὸν περὶ ἐλευθερίας αὐτῷ διειλέχθη καὶ ἔπεισε ταύτης ἀντιποιήσασθαι. ὃ μαθόντες οἱ Παλαιστηνοὶ ἀπροσδοκήτως τοῖς Ἑβραίοις ἐπίασι, καὶ κατεπτόησαν αὐτούς, ὡς τῷ Σαμουὴλ προσδραμεῖν, λέγοντας ἀπεγνῶσθαι τὴν σωτηρίαν αὐτοῖς, εἶ μὴ αὐτὸς σφίσι τὴν ἐκ τοῦ θείου ἐπικουρίαν αἰτήσεται. καὶ ὃς θαρρεῖν παρεγ- γυᾷ, καὶ τὸν θεὸν ἐπαρῆξαι διαβεβαιοῦται αὐτοῖς, καὶ θύσας ἄρνα δέεται τοῦ θεοῦ. μήπω δὲ τὴν θυσίαν τῆς ἱερᾶς δαπανησάσης φλογὸς προσβάλλουσι τοῖς Ἑβραίοις οἱ ἀντιπόλεμοι, ῥᾷον αὐτῶν κρατήσειν ὡς ἀόπλων οἰόμενοι. σειμῷ δὲ τῆς γῆς κλονηθείσης ὑπὸ τοῦ θεοῦ, καταρραγεισῶν τε βροντῶν καὶ ἐξαφθεισῶν ἀστραπῶν, εἰς δειλίαν ἐνέπεσον οἱ πολέμιοι καὶ ἐτράπησαν εἰς φυγήν. κατεδίωξε δὲ Σαμουὴλ καὶ τὸ πλῆθος ὀπίσω αὐτῶν καὶ πολλοὺς διεφθάρκασι, καὶ οὐκέτι μετὰ τὴν πληγὴν ταύτην ἐπὶ τοὺς Ἰσραηλίτας ἐστράτευσαν, ἀλλὰ καὶ τὴν χώραν ἥνπερ ἀφείλοντο ἐπανεσώσατο αὖθις τοῖς Ἑβραίοις ὁ Σα- μουήλ. ἔκρινε δὲ τὸν λαὸν καὶ ἦρχεν αὐτοῦ.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
