Ancient Greek · ~17 min
Book 1
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 1.27.1
Not analysed yet
Ἤδη δὲ γεγηρακὼς τοῖς υἱοῖς αὐτοῦ τὴν τοῦ λαοῦ προστασίαν καὶ τὸ δικάζειν διένειμεν. ὄνομα τῷ πρεσβυτέρῳ Ἰωήλ, τῷ νεωτέρῳ δὲ Ἀβιά. οἷ οὐκ ἐπορεύθησαν ἐν ταῖς ὁδοῖς τοῦ πατρὸς αὐτῶν, ἀλλ’ ἐκκλίναντες δώρων τὸ δίκαιον προεδίδοσαν καὶ λήμμασι τὰς κρίσεις ἐδίκαζον. ὁ δὲ λαός διὰ ταῦτα πρὸς Σαμουὴλ ἀθροισθείς “ἐπεὶ μὴ οἶός τε εἶ ἔφασαν σὺ προεστάναι ἡμῶν διὰ γῆρας, ποίησον ἡμῖν βασιλέα, ὃς καὶ τοῦ ἔθνους ἡγήσεται καὶ τοῖς ἐναντίοις ἀντιστρατεύσεται.” λυπουμένου δ’ ἐπὶ τούτοις τοῦ Σαμουὴλ εἶπε πρὸς αὐτὸν ὁ θεός ‘οὐ σὲ ἐξουθενήκασιν ὁ λαός, ἀλλ’ ἐμέ. ἄκουσον τοίνυν αὐτῶν, καὶ ὃν ἄν ἀναδείξω σοι, εἰς βασιλέα χρῖσον αὐτόν. συναθροίσας δὲ τοὺς Ἑβραίους ὁ Σαμουὴλ κατέθετο χειροτονήσειν αὐτοῖς βασιλέα, μεταμελήσειν δὲ προέφη αὐτοῖς καὶ αἰτεῖσθαι παρὰ θεοῦ μέλλειν τῶν βασιλέων ἀπαλλαγήν. οἱ δὲ ἐνέκειντο βασιλέα ζητοῦντες, καὶ ἠξίουν αὐτὸν μὴ φροντίζειν τῶν ἐσομένων. ὁ δὲ προφήτης “ἄπιτε νῦν” εἶπεν, “ὅταν δὲ μάθω τίνα δίδωσιν ὑμῖν ὁ θεὸς βασιλέα, μεταπέμψομαι ὑμὰς. Ἀνὴρ δέ τις Βενιαμίτης, Κὶς ὄνομα τῷ ἀνδρί, ὄνους ἀπολέσας, τὸν υἱὸν ὃς ἦν αὐτῷ μέγας τε καὶ ὡραῖος, κεκλημένος Σαούλ, εἰς ἀναζήτησιν τῶν ὄνων σὺν ἐνὶ τῶν δούλων ἀπέστειλεν. ὁ δὲ περιελθὼν καὶ ζητήσας καὶ μὴ εὑρών, εἰς Ἀρμαθαῒμ πρὸς τὸν Σαμουὴλ παραγέγονεν ἐρωτήσων περὶ τῶν ὄνων. δηλοῖ τοίνυν τῷ Σαμουὴλ ὁ θεὸς τοῦτον εἶναι ὃν βούλεται βασιλεῦσαι τοῦ λαοῦ τῶν Ἑβραίων. ἐρωτηθεὶς οὑν περὶ τῶν ὄνων ὁ Σαμουὴλ σεσῶσθαι εἶπεν αὐτάς, καὶ ξενίσας τόν Σαοὺλ προέπεμψεν ἔωθεν, καὶ ἔξω τού ἄστεος σὺν αὐτῷ πορευθείς, μόνον τε ἰδίᾳ τὸν νεανίσκον ἀπολαβών, ἔλαιον καταχέει τῆς αὐτοῦ κεφαλῆς. καὶ φιλήσας αὐτόν “κέχρικέ σε κύριος ἄρχοντα ἔφη ἐπὶ τὸν λαὸν αὐτοῦ Ἰσραήλ, καὶ ἔστω σημεῖον τοῦ χρίσματος τὸ συναντῆσαί σοι περὶ τὸν τάφον Ῥαχὴλ ἄνδρας δύο τὴν εὕρεσιν τῶν ὄνων εὐαγγελιζομένους σοι. καὶ ἄλλα δὲ σημεῖα τοῦ ἀληθεύειν εἶπεν αὐτῷ καὶ ὅτι προφητεύσει ἐν Γαβαθᾶ γεγονὼς μετὰ τῶν ἐκεῖ προφητῶν, καὶ ἥξειν εἰς Γάλγαλα αὐτῷ ἐνετείλατο ἡνίκα μεταπεμφθῇ παρ’ αὐτοῦ. συνήθροισε δ’ ἔπειτα τὸν λαὸν καὶ κλήρους ἐκέλευσε βαλεῖν τὰς φυλάς, ἕν ἀναδειχθείη ἐκ ποίας ὁ βασιλεύσων ἔσται. ἔπεσεν οὑν ὁ κλῆρος εἰς τὴν Βενιαμίτιδα, εἶτα εἰς τὴν πατριὰν Ματταρί. κατ’ ἄνδρα δὲ τῆς πατριᾶς κληρωθείσης, εἰς τόν Σαοὺλ ὁ κλῆρος ἔπεσεν. ὡς δὲ ζητούμενος οὐκ ἢν, μυεῖται ὁ Σαμουὴλ παρὰ τοῦ θεοῦ ὅπου ἐκέκρυπτο, καὶ ἀχθέντα ἔστησε μέσον. καὶ ἦν ὑπερωμίας καὶ πάντων ὑπερέχων κατὰ τὴν ἡλικίαν τοῦ σώματος. καὶ πρὸς τὸ πλῆθος ἔφησεν ὁ προφήτης τοῦτον ἔχρισεν ὑμῖν εἰς βασιλέα ὁ κύριος, ᾧ οὐκ ἔστιν ὅμοιος ἐν πᾶσιν ὑμέν’.” ὁ δὲ λαὸς ἐπευφήμησε καὶ εἶπεν ‘ζήτω ὁ βασιλεύς.” οὕτω δὲ τῷ Σαοὺλ βασιλεύσαντι πολλοὶ μὲν προσεῖχον ὡς βασιλεῖ καὶ κατὰ τὸ προσῆκον ἐτίμων αὐτόν, πολλοὶ δὲ κατεφρόνουν τε καὶ ἐχλεύαζον. Μετὰ δὲ μῆνα Νάας ὁ τῶν Ἀμμανιτῶν βασιλεὺς στρατεύει ἐπὶ Ἰαβεὶς Γαλαάδ, μὴ ἄλλως λέγων φείσασθαι τῶν ἀνδρῶν, εἰ μὴ δῶσιν αὐτῷ τόν ἑκάστου ἐξελεῖν ὀφθαλμὸν δεξιόν. οἱ δὲ ἀνοχὴν ἐζήτησαν ἑπτὰ ἡμερῶν· καὶ λαβόντες πέμπουσιν ἀγγέλους εἰς Γαβαά. καὶ ἀκούσαντες οἱ ἐκεῖ τοὺς λόγους τοῦ Ἀμμανίτου ἐθρήνησαν· ὁ δὲ Σαοὺλ ἐθυμώθη σφόδρα, καὶ λαβὼν δύο βόας ἐμέλισεν αὐτοὺς καὶ ἀπέστειλεν εἰς πᾶν ὅριον Ἰσραήλ, ἀπειλῶν οὕτω θήσειν τοὺς μὴ κατὰ τῶν Ἀμμανιτῶν συνεκστρατεύσοντας αὐτῷ. συνδραμόντος δὲ τοῦ λαοῦ ἠρίθμησεν αὐτοὺς καὶ εὗρε μυριάδας ἑβδομήκοντα. καὶ ἐφήλατο πνεῦμα κυρίου ἐπὶ Σαούλ, καὶ προεφήτευσεν εἰπὼν ὡς αὔριον ἔσται τοῖς ἀνδράσιν Ἰαβεὶς σωτηρία. καὶ ἀναστὰς ἐπορεύθη αὐτός τε καὶ ὁ λαὸς δι’ ὅλης τῆς νυκτός, καὶ περὶ τὴν πρωινὴν φυλακὴν ἐπῆλθε τοῖς Ἀμμανίταις, τριχῇ τὸ στράτευμα διελών. καὶ κυκλωσάμενος αὐτούς, πολλοὺς μὲν ἀπέκτεινε καὶ αὐτὸν τὸν βασιλέα Νάας, τοὺς δὲ περισωθέντας εἰς φυγὴν ἐτρέψατο· καὶ εἰς τὴν χώραν αὐτῶν ἐμβαλὼν καὶ πλείστην λείαν λαβὼν λαμπρῶς ἐπανέζευξεν. οὐκέτι γοῦν ἠδόξει παρά τισιν, ἀλλ’ ἐπ’ ἀνδρείᾳ διαβεβόητο καὶ τετίμητο καὶ τοῖς πρῴην αὐτὸν χλευάζουσι. συναγαγὼν δὲ αὖθις ὁ Σαμουὴλ τὸν λαὸν δὶς ἀναγορεύει τὸν Σαοὺλ βασιλέα, χρίσας τῷ ἐλαίῳ καὶ πάλιν αὐτόν. μετέπεσεν οὖν ἡ τῶν Ἑβραίων πολιτεία εἰς βασιλείαν ἐξ ἀριστοκρατίας· ἐπὶ γὰρ Μωυσέως καὶ Ἰησοῦ ἀριστοκρατούμενοι ἦσαν, εἶτα ἐπ’ ἔτη δέκα καὶ ὀκτὼ ἄναρχοι διετέλεσαν, εἰσ’ ἔπειτα δ’ ἤρχθησαν ὑπὸ τῶν καλουμένων κριτῶν, τῷ ἀρίστῳ περὶ τῶν ὅλων δικάζειν καὶ οἰκονομεῖν ἐπιτρέποντες.