# Epitome historiarum (lib. 1‑18) 1.28.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/1.28.1

τοῦ δὲ Σαμουὴλ ἐξορκίζοντος τὸν λαὸν εἰπεῖν εἴ τι ἄδικον εἰργάσατο εἰς αὐτούς, πάντες δικαίως αὐτὸν καὶ καλῶς προστῆναι τοῦ ἔθνους ἐβόησαν. ὁ δὲ αὐτοῖς ἀπεκρίνατο “ἴστε ὡς μεγάλως ἡμαρτήκατε βασιλέα ἑαυτοῖς αἰτησάμενοι, κἀκ τούτου παρωργίσατε τὸν θεόν. ἔσται δὲ τοῦτο σημεῖον ὑμῖν τὸ θέρους ἐν ἀκμῇ χειμῶνα γενήσεσθαι.” καὶ κατὰ τὸν τοῦ προφήτου λόγον βρονταὶ καὶ ἀστραπαὶ γεγόνασι, κατηνέχθη τε χάλαζα, ὡς δέος ἐμπεσεῖν τῷ λαῷ καὶ ἱκετεύειν ἰὸν Σαμουὴλ ἱλεώσασθαι τὸν θεὸν αὐτοῖς ἁμαρτήσασι. Τῶν δὲ Παλαιστηνῶν τοὺς Ἐβραίους καταστρεφόντων καὶ τὰ ὅπλα σφῶν ἀφαιρουμένων σιδήρῳ τε κεχρῆσθαι ἀπαγορευόντων, ὁ Σαοὺλ εἰς Γάλγαλα καταβὰς ἐπ’ ἐλευθερίᾳ τὸν λαὸν κατὰ τῶν Παλαιστηνῶν διαναστῆναι ἠρέθιζεν. οἱ δ’ ηὐλαβοῦντο διὰ τὸ πλῆθος τῶν ἐναντίων. ὁ δὲ βασιλεὺς τὸν Σαμουὴλ ἐκάλει πρὸς ἑαυτόν. καὶ ὃς μεθ’ ἡμέρας ἒξ παραγενέσθαι ὑπέσχετο, θύσειν τε τῇ ἑβδόμῃ, ἔν οὕτω τοῖς ἀλλοφύλοις συμμίξωσιν. ὁ δέ γε Σαοὺλ ὁρῶν τὸν λαὸν ὑπορρέοντα καὶ καταλιμπάνοντα αὐτόν, ἔθυσεν. ἀκούσας δὲ ἤδη προσιόντα τὸν Σα- μουήλ, ἐξῆλθε συναντήσων αὐτῷ. ὁ δὲ “τί τοῦτο ἐποίησας ἔφη παραβάς μου τὴν ἐντολήν; ἴσθι τοίνυν ὡς οὐ στήσεταί σου ἡ βασιλεία, ἀλλὰ ζητήσει κύριος ἄνθρωπον κατὰ τὴν καρδίαν αὐτοῦ.” καὶ ἀνεχώρησε Σαμουὴλ, Σαοὺλ δὲ καὶ Ἰωνάθαν ὁ υἱὸς αὐτοῦ ἧκεν εἰς Γαβαὼ σὺν στρατιώταις ἑξακοσίοις. εἶς τρία δὲ διαιρεθέντες οἱ ἀλλόφυλοι τὴν χώραν τῶν Ἰσραηλιτῶν ἐληίζοντο. Σαοὺλ δὲ καὶ Ἰωνάθαν καὶ Αχιὰ ὁ ἀρχιερεὺς ἀφ’ ὕψους ὁρῶντες τὰ δρώμενα, καὶ ἀμῦναι δι’ ὀλιγανδρίαν μὴ σθένοντες, ἤχθοντο. ὁ δ’ Ἰωνάθαν μηδὲν εἰπὼν τῷ πατρὶ καταβὰς ἀπὸ τοῦ βουνοῦ σὺν μόνῳ τῷ ὁπλοφόρῳ αὐτοῦ “προσβάλ- λωμεν” ἔφη “τῇ τῶν ἀλλοφύλων παρεμβολῇ, καὶ εἰ μὲν εἴπωσιν ἡμίν ἀπόστητε, οὐκ ἀναβησόμεθα πρὸς αὐτούς, εἰ δ’ ἀνάβητε πρὸς ἡμὰς φήσουσι, σύνθημα νίκης τὸν λόγον νομιστέον ἡμῖν. καὶ ὥρμησαν ἐπὶ τὸ τῶν πολεμίων στρατόπεδον. καὶ αὐτοῖς οἱ ἀλλόφυλοι ‘‘ἀνάβητε” ἔλεγον ‘‘πρὸς ἡμᾶς, καὶ γνωριοῦμεν ὑμῖν ῥῆμα.” τοῦτο θάρσος ἐνῆκε τῷ Ἰωνάθαν· καὶ ἀπο- στὰς ἐκεῖθεν, ἑτέρωθεν ἀνερπύσας μετὰ τοῦ ἑπομένου αὐτῷ ἔπεισι τοῖς πολεμίοις ὑπνώττουσι. καὶ κτείνουσι μὲν ὡς εἴκοσι, τοῖς δὲ λοιποῖς δειλίαν ἐνέβαλον· οἳ θορυβούμενοί τε καὶ φεύγοντες ὑπ’ ἀλλήτων διώλλυντο. ἰδὼν δὲ ταραττόμενον ὁ Σαοὺλ τὸ τῶν πολεμίων στρατόπεδον, καὶ ἀπόντα τὸν υἱὸν ἄμα ᾧτ’ ὁπλοφόρῳ κατανοήσας, προσβάλλει καὶ αὐτὸς τεταραγμένοις τοῖς ἐναντίοις· καὶ οἶ πρὶν δὲ διὰ φόβον κρυβέντες ἀναθαρσήσαντες τῷ βασιλεῖ προσετίθεντο. καὶ διώκων τοὺς πολεμίους ἐκτίννυεν. ἐπαρᾶται τοίνυν τοῖς ἑαυτοῦ, εἴ τις ἀποσχόμενος τοῦ φονεύειν τοὺς ἐχθροὺς φάγοι, εἰ μὴ νὺξ αὐτοὺς παύσοι. ἐν δὲ τῷ διώκειν κατά τινα δρυμὸν ἦλθον, ἐν ᾧ μελισσὼν ἦν, καὶ λαβὼν ὁ Ἰωνάθαν κηρίον μέλιτος ἔφαγεν οὐ γὰρ ἢν ἀκηκοὼς τῆς ἀρᾶς τοῦ πατρός. ἐπελθεῖν δὲ βουληθεὶς ὁ Σαοὺλ τῇ τῶν ἐναντίων παρεμβολῇ, ἠρώτα διὰ τοῦ ἀρχιερέως τὸν θεὸν εἰ δίδωσι νίκην. τοῦ δὲ θεοῦ μὴ δηλοῦντος, ἐζήτει τὸ αἴτιον, καί “ὄμνυμι” ἔφη “αὐτὸν τὸν θεὸν ἀποκτείνειν τὸν ἁμαρτόντα, κἂν Ἰωνάθαν εἴη ὁ παῖς ὁ ἐμός.” καὶ κληρωσαμένων ἐπὶ Ἰωνάθαν ὁ κλῆρος ἔπεσεν. ὁ δὲ περὶ ἁμαρτίας ἀνακρινόμενος οὐδὲν εἶπεν ἑαυτῷ συνειδέναι ἣ ὅτι χθὲς τὴν ἀρὰν ἀγνοήσας ἐν τῷ διώκειν ἐγευσάμην κηρίου. ἀκούσας δὲ ὁ πατὴρ ἀποκτενεῖν αὐτὸν ὤμοσε. καὶ ὁ λαὸς ἀντώμοσε μὴ περιόψεσθαι τὸν αἴτιον τῆς νίκης ἀποθανούμενον, καὶ ἐξαρπάσαντες αὐτὸν εὐχαῖς τὸν θεὸν ἐξιλάσκοντο. διαφθείρας δὲ ὁ Σαοὺλ ὡσεὶ μυριάδας ἒξ τῶν Παλαιστηνῶν ἀνθυπέστρεψε. χειροῦται δὲ Ἀμμανίτας καὶ Μωαβίτας Παλαιστηνούς τε καὶ Ἰδουμαίους καὶ Ἀμαληκίτας καὶ τὸν βασιλέα τῆς Σουβᾶ, καὶ ἐξείλετο τὸν Ἰσραὴλ ἐκ χειρὸς τῶν ἀλλοφύλων.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
