# Epitome historiarum (lib. 1‑18) 1.32.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/1.32.1

Ἀπέθανε δὲ τότε καὶ Σαμουὴλ ὁ προφήτης, ἀνὴρ δίκαιος καὶ χρηστός· ὃς ἦρξε τοῦ Ἰσραὴλ μετὰ τὸν Ἤλει μόνος μὲν ἔτη δώδεκα, μετὰ δὲ Σαοὺλ ὀκτωκαίδεκα. καὶ Δαβὶδ εἰς τὴν ἔρημον ἀπῆλθε Μαάν. καὶ ἀπέστειλε πρὸς Νάβαλ τὸν Καρμήλιον, πλούσιον ἄνδρα, κείροντα τὰ ποίμνια αὐτοῦ, τοὺς προσεροῦντας αὐτῷ καὶ ἀξιώσοντας δοῦναι τοῖς μετ’ αὐτοῦ καὶ αὐτῷ, καθὼς ἂν προαιροῖτο, ἀνέπαφα τηρήσασι τὰ ποίμνια καὶ τοὺς ποιμένας αὐτοῦ. Νάβαλ δὲ σκληρὸς τυγχάνων καὶ ἰταμός, ἀπανθρώπως τοῖς τοῦ Δαβὶδ ἀπεκρίθη καὶ ἀναιδῶς “τίς ὁ Δαβίδ;” εἰπών‘‘ καὶ τίς ὁ υἱὸς Ἰεσσαί;” καὶ δραπέτην καλέσας αὐτόν. ἐπὶ τούτοις θυμοῦται Δαβίδ, καὶ ὤμοσεν ἐξολοθρεῦσαι τὰ τοῦ Νάβαλ πάντα, καὶ ἀπῄει πρὸς ἐκεῖνον σὺν τετρακοσίοις ὁπλίταις. ἡ δὲ τοῦ Νάβαλ γυνὴ συνετὴ οὔσα καὶ ὡραία, μαθοῦσα ὅπως τε Δαβὶδ προσεῖπε τῷ ἀνδρὶ αὐτῆς καὶ ὡς ἀσινῆ τὰ αὐτῶν συνετήρησε καὶ ὅσα τῷ Δαβὶδ ὁ Νάβαλ ἀπεκρίθη βλάσφημα, μηδὲν κοινωσαμένη τῷ οἰκείῳ ἀνδρί, λαβοῦσα ἐπὶ τῶν ὄνων ξένια παντοῖά τε καὶ πολλὰ πρὸς τὸν Δαβὶδ ἐπορεύετο. καὶ συναντήσασα τούτῳ προσεκύνησεν, ἐδεῖτό τε μὴ μνησικακῆσαι τῷ ἀνδρὶ αὐτῆς· εἶναι γὰρ ἐκείνῳ κατὰ τὴν κλῆσιν τὸ φρόνημα· ἀφροσύνην γὰρ ὁ Νάβαλ δηλοί· ἀφεῖναι δὲ τὴν ὀργὴν καὶ τὰ προσαγόμενα δέξασθαι. ὁ δὲ καὶ ἐπῄνεσε τὴν γυναῖκα καὶ συγγνώμην νείμας ὑπέστρεψεν. ἐπανελθοῦσα δὲ ἡ γυνὴ πρὸς τὸν Νάβαλ τὴν τοῦ Δαβὶδ ἔφοδον ἐκείνῳ μεμήνυκε. καὶ ὃς δείματί τε καὶ λύπῃ κατασχεθεὶς οὐ πλείους τε τῶν δέκα ἐπιβιοὺς ἡμερῶν ἀπέρρηξε τὴν ζωήν. καὶ τοῦτο μαθὼν ὁ Δαβὶδ ἀπέστειλε πρὸς Ἀβιγαίαν μνώμενος αὐτὴν ἑαυτῷ. ἡ δὲ οὐκ ἀξίαν εἶπεν ἑαυτὴν εἶναι πρὸς συνοίκησιν τοιούτῳ ἀνδρί) ὅμως μέντοι ἀπῆλθε· καὶ ἔλαβεν αὐτὴν εἰς γυναῖκα ὁ Δαβίδ. Ο δὲ Σαοὺλ ἐπεβούλευεν ἔτι αὐτῷ, καὶ μετὰ τρισχιλίων λογάδων στρατοπεδεύεται παρὰ τὸν βου- νὸν Ἐχελάτ, ὅπου διέτριβεν ὁ Δαβὶδ μετὰ τῶν σὺν αὐτῷ ἑξακοσίων ἀνδρῶν. νυκτὸς δὲ ἐπορεύθη Δαβὶδ αὐτὸς καὶ Ἀμεσὰ εἰς τὴν παρεμβολὴν τοῦ Σαούλ, καὶ εἰσῆλθον ὅπου ἦν καθεύδων Σαούλ. καὶ τοῦ Ἀμεσὰ ἀνελεῖν ὡρμηκότος αὐτὸν οὐκ εἴασεν ὁ Δαβίδ, τὸ δόρυ δὲ τοῦ βασιλέως καὶ τὸ ἀγγεῖον τοῦ ὕδατος λαβόντες ἐξῆλθον μή τινος αἰσθομένου, καὶ ταῦτα τοῦ Ἀβεννὴρ τοῦ ἄρχοντος τῆς δυνάμεως αὐτοῦ καὶ πολλῶν ἑτέρων κύκλῳ κειμένων τοῦ βασιλέως. ἀνελθὼν δὲ ἐπὶ τὸ ἄκρον τοῦ ὄρους Δαβὶδ ἐβόησε πρὸς τὸν Ἀβεννὴρ “τί ὅτι οὐ φυλάσσεις τὸν βασιλέα; ἰδοὺ γὰρ εἰσῆλθόν τινες κτεῖναι αὐτόν, καὶ ὑμεῖς οὐκ ἐγνώκατε. ζήτησον οὖν τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος, καὶ εἴσῃ οἷος ὑμᾶς παρελήλυθε κίνδυνος.” ἐπιγνοὺς δὲ τὴν φωνὴν Δαβὶδ ὁ Σαούλ, καὶ ὡς ἐφείσατο καὶ αὖθις αὐτοῦ δυνάμενος αὐτὸν ἀνελεῖν, ἁμαρτεῖν εἶπε καὶ μεματαιῶσθαι, καὶ ἠξίου θαρρεῖν αὐτὸν καὶ ἐπιστρέφειν εἰς τὸν οἶκον αὐτοῦ. ὁ δέ “κύριος” ἔφη “δῴη ἑκάστῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ καὶ κατὰ τὴν πίστιν αὐτοῦ.” καὶ ἀπῆλθε μετὰ τῶν σὺν αὐτῷ ἑξακοσίων Δαβὶδ πρὸς Ἀγχοὺς τὸν βασιλέα τῆς Γέθ, καὶ διῆγεν ἐκεῖ τέσσαρας μῆνας. τῶν δὲ Παλαιστηνῶν ἐπὶ τὸν Ἰσραὴλ ἐκστρατεῦσαι βουλομένων, ἔφη πρὸς Δαβὶδ ὁ Ἀγχοῦς “συνεξελεύσῃ μοι εἰς τὸν πόλεμον σὺ καὶ οἱ μετὰ σοῦ;” κἀκεῖνος προθύμως αὐτῷ συμμαχήσειν ὑπέσχετο. ἤδη δὲ τῶν ἀλλοφύλων προσελασάντων τῇ χώρᾳ τῶν Ἰσραηλιτῶν, ὁ Σαοὺλ τεθορύβητο καὶ τοῦ θεοῦ ἐπυνθάνετο εἰ μαχήσεται. μὴ ἀποκρινομένου δέ, ἐγγαστρίμυθον ἐζήτησε καὶ ἐπορεύθη πρὸς αὐτὴν μεταμφιασάμενος, ἵνα μὴ ὅστις εἴη ἐπιγνωσθῇ, καὶ ᾔτησεν ἀναχθῆναι αὐτῷ τοῦ Σαμουὴλ τὴν ψυχήν. καὶ ἐπῳδαῖς τισιν ἀνα- χθῆναι δοξάσῃ εἶπε Σαούλ θλίβομαι σφόδρα ὅτι συνήχθησαν κατ’ ἐμοῦ οἱ ἀλλόφυλοι καὶ ὁ κύριος ἀφέστηκεν ἀπ’ ἐμοῦ.” τὸ δὲ τοῦ Σαμουὴλ φάντασμα ἀπεκρίθη ὡς “πεποίηκέ σοι ὁ κύριος ὅσα προμεμήνυκεν δι’ ἐμοῦ, καὶ ἀφαιρεῖταί σου τὴν βασιλείαν καὶ δίδωσιν αὐτὴν τῷ Δαβίδ, καὶ τὸν λαὸν ὑποτάσσει τοῖς πολεμίοις· σὺ δὲ καὶ οἱ υἱοί σου αὔριον πεσεῖσθε.’ καὶ ἐλυπήθη σφόδρα τούτων ἀκούσας Σαοὺλ καὶ ἀπῆλθε. καὶ οἱ ἀλλόφυλοι ἐστρατοπεδεύσαντο, καὶ Δαβὶδ καὶ οἱ μετ’ αὐτοῦ ἑξακόσιοι ὄπισθεν. τοῖς δὲ σατράπαις οὐκ ἤρεσκε συστρατεύεσθαι αὐτοῖς τὸν Δαβίδ, λέγουσι “μή τι κακὸν ἐργάσηται εἰς ἡμᾶς τοῖς ὁμοφύλοις προσθέμενος ἐν τῷ πολέμῳ,” καὶ ἀποστρέφειν αὐτὸν ἠξίουν. καὶ ὁ Ἀγχοὺς τοῖς σατράπαις πειθόμενος ἀπελθεῖν ἐκέλευσε τῷ Δαβίδ. καὶ ὃς ἀπῆλθε μετὰ τῶν σὺν αὐτῷ, καὶ εὗρε τὴν Σικελάγ, ἣν δέδωκεν αὐτῷ Ἀγχοὺς εἰς κατοίκησιν, ἐμπεπυρισμένην, καὶ τὰς γυναῖκας ἑαυτοῦ ἀμφοτέρας καὶ ὅσοι ἦσαν ἐκεῖ αἰχμαλωτισθέντας παρὰ τῶν Ἀμαληκιτῶν. καὶ ἀνῴμωξεν ἐπὶ τούτῳ Δαβὶδ καὶ οἱ μετ’ αὐτοῦ, καὶ ἠρώτησε τὸν θεὸν διὰ τοῦ ἀρχιερέως Ἀβιάθαρ εἰ καταδιώξεται ὀπίσω αὐτόν. ἐπιτρέψαντος δὲ τοῦ θεοῦ κατεδίωξε μετὰ τῶν τετρακοσίων, τοὺς δὲ διακοσίους ἐπὶ φυλακῇ τῶν σκευῶν καταλέλοιπε. καὶ εὑρὼν ἐσκεδασμένους αὐτοὺς ἐσθίοντάς τε καὶ πίνοντας, καὶ αἰφνηδὸν αὐτοῖς ἐπιθέμενος, πλὴν τετρακοσίων ἐν δρομάσι πεφευγότων καμήλοις πάντας ἀπέκτεινε καὶ τὴν λείαν ἅπασαν διεσώσατο. ἀναστρέψαντες δὲ οἱ μετὰ Δαβὶδ τετρακόσιοι οὐκ ἤθελον συμμεριστὰς αὐτοῖς καὶ τοὺς διακοσίους γενέσθαι, ἀρκεῖσθαι δ’ ἠξίουν σεσωσμέναις ταῖς ἑαυτῶν γυναιξίν. ἄδικον δὲ τὴν γνώμην ταύ- τὴν ἔκρινεν ὁ Δαβίδ, καὶ ἐπ’ ἴσης πᾶσι δεῖν μερισθῆναι τὴν ὠφέλειαν ἀπεφήνατο. ὃ καὶ νόμος ἔκτοτε γέγονε, συμμερίζειν κελεύων τοῖς μαχομένοις τὰ λά- φύρα κατὰ τό ἴσον τοὺς τὰ σκεύη φυλάσσοντας. πολέμου δὲ συρραγέντος τοῖς Ἰσραηλίταις καὶ τοῖς Παλαιστηνοῖς, πλεῖστοι μὲν κτείνονται τῶν Ἑβραίων, καὶ οἱ τρεῖς δὲ παῖδες Σαοὺλ ἔπεσον, καὶ αὐτὸς Σαοὺλ ἐτέτρωτο εἰς τὰ ὑποχόνδρια. καὶ γνοὺς καιρίως βεβλημένος καὶ οὐ ζησόμενος, εἶπε τῷ ὁπλοφόρῳ αὐτοῦ ἐκκεντῆσαι αὐτόν, ἕνα μὴ ζῶν ἔτι τοῖς πολεμίοις ληφθῇ. τοῦ δὲ μὴ πειθομένου ποιήσαι τὸ κελευόμενον, αὐτὸς ἐπέπεσεν ἐπὶ τὴν ῥομφαίαν αὐτοῦ καὶ ἀπέθανεν. καὶ ὁ ὁπλοφόρος αὐτοῦ ὡς εἶδε πεσόντα τὸν βασιλέα καὶ αὐτὸς ἀπέκτεινεν ἑαυτόν. τῇ δ’ ἐπαύριον σκυλεύοντες οἱ ἀλλόφυλοι τοὺς πεσόντας τῶν Ἰσραηλιτῶν ἐνέτυχον τοῖς νεκροῖς τοῦ Σαοὺλ καὶ τῶν παίδων αὐτοῦ ἐν τοῖς ὄρεσι Γελβουέ, καὶ ἐκτεμόντες τὰς κεφαλὰς αὐτῶν εἰς τὴν οἰκείαν ἔπεμ- ψᾶν χώραν, πανταχοῦ θεατρίζοντες ταύτας καὶ εὐαγγελιζόμενοι, καὶ τὰς πανοπλίας αὐτῶν ἀνέθεντο τοῖς οἰκείοις θεοῖς, τὰ δὲ σώματα ἀνεσταύρωσαν παρὰ τὸ τεῖχος Μεθσάμ, ἣ μετέπειτα ἐκλήθη Σκυθόπολις. τῶν δὲ τὴν πόλιν Ἰαβεὶς οἰκούντων ἐν Γαλαὰδ μαθόντων ὅσα συνέπεσον τῷ Σαούλ, ἐξῆλθον οἱ δυνατώτατοι, καὶ δι’ ὅλης τῆς νυκτὸς συντείναντες τὴν πορείαν καθεῖλον τὰ σώματα Σαοὺλ καὶ Ἰωνάθαν, καὶ ἀπαγαγόντες εἰς Ἰαβεὶς ἔκαυσαν ταῦτα, καὶ τὰ ὀστᾶ συλλέξαντες ἔθαψαν. ἐβασίλευσε δὲ Σαοὺλ ζῶντος ἔτι τοῦ Σαμουὴλ ὀκτωκαίδεκα ἔτη, ἐκείνου δ’ ἀποθανόντος δύο καὶ εἴκοσιν.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
